Ancient Greek
110.1ms.2 to 110.2.57
Documentary Papyri, Upz 1 110.1ms.2-110.2.57
Not analysed yet
Ἑρμη… Ἡρῴδης Ὀνίαι χαίρειν. ἔρρωται μὲν βασιλεὺς Πτολεμαῖος καὶ βασιλεὺς Πτολεμαῖος ὁ ἀδελφὸς καὶ βασίλισσα Κλεοπάτρα ἡ ἀδελφὴ καὶ τὰ τέκνα καὶ τὰ πράγματʼ αὐτοῖς ἔχει κατὰ τρόπον· εἰ δὲ καὶ σὺ ὑγιαίνεις καὶ τὰ ἄλλα σοι κατὰ λόγον ἐστίν, εἴη ἂν ὡς βουλόμεθα, καὶ αὐτοὶ δʼ ἱκανῶς ἐπανήγομεν. τῆς πρὸς Δωρίωνα τὸν ὑποδιοικητὴν ἐπιστολῆς ὑπόκειταί σοι τὸ ἀντίγραφον. διαλαβὼν οὖν ὡς ἡ περὶ τῶν κατὰ τὸν σπόρον φροντὶς κοινῆι πᾶσιν ἐπιβάλλει τοῖς τῶν πραγμάτων κηδομένοις καλῶς ποιήσεις τὴν πᾶσαν προσενεγκάμενος ἐκτένειαν καὶ προνοηθείς, ὅπως μήτε τῶν ἀδυνατούντων γεωργεῖν περισπᾶται μηθεὶς μήτε τῶν δυναμένων σκεπάζηται κατὰ μηδεμίαν παρεύρεσιν, ἕκαστα δʼ ἐπιτελεσθῆι κατὰ τὸν ὑποδεδειγμένον ἐν τῶι πεμφθέντι σοι παρʼ ἡμῶν ὑπομνήματι τρόπον. ἐπιμελόμενος δὲ καὶ σαυτοῦ, ἵνʼ ὑγιαίνης, ἔρρωσο. ἔτους ϛ Μεσορὴ κδ. Δωρίωνι. οἱ παρεφεδρεύοντες ἐν Ἀλεξανδρείαι τῶν τʼ ἐπιλέκτων καὶ τῶν ἑπταρούρων καὶ πενταρούρων μαχίμων καὶ τῶν ἐπὶ τῶν φυλακίδων τεταγμένων ναυκληρομαχίμων ἐντετεύχασιν ἡμῖν προφερόμενοι τοὺς παρʼ αὐτῶν ἀπολελειμμένους ἐπὶ τῶν τόπων σκύλλεσθαι μὴ μετρίως, τῶν πρὸς ταῖς πραγματείαις οὐ κατὰ τὸ βέλτιστον ἐγδεχομένων τὸν τοῦ περὶ τῆς γεωργίας προστάγματος νοῦν, ἀλλʼ οἰομένων δεῖν ἕκαστον αὐτῶν γεωργήσειν ἐπὶ τὸ ἔλασσον κεφάλαιον, τὸ δʼ ὅμοιον συμβαίνειν καὶ τοῖς ἄλλοις τοῖς ἐν τῶι γένει φερομένοις. καὶ παρʼ ἑτέρων δʼ ἡμῖν προσπέπτωκεν ἐνίους τῶν οἰκονόμων καὶ τῶν ἄλλων ἐπὶ τῆς αὐτῆς ἐννοίας …μένους οἴεσθαι δεῖν πάντας τοὺς ἐν τῆι χώραι κατοικοῦντας γεωργήσειν ἐπὶ τὸ ἔλασσον κεφάλαιον. ἐθαυμάζομεν οὖν, εἰ τοσούτων καὶ τηλικούτων διαστολῶν γεγονυιῶν ὑμῖν καὶ ἐνωπίοις καὶ διὰ γραμμάτων καὶ προηγμένων ἡμῶν παρὰ τὴν ἰδίαν προαίρεσιν ὅρκους παρʼ ὑμῶν λαβεῖν μὴ μόνον ἐπὶ τῶν ἱερῶν, ἀλλὰ καὶ κατὰ τῶν βασιλέων γραπτοὺς ὑπὲρ τοῦ προστήσεσθαι τῶν κατὰ τὸν σπόρον μετὰ τῆς ἐνδεχομένης προσοχῆς καὶ κατὰ τὸν τῆς διαγραφῆς αὐτοῦ καιρὸν ἀντοφθαλμήσιν ἅπασι μήτε διὰ χάριν μήτε διʼ ἄλλην ἁπλῶς συμπεριφορὰν μηδένα παριδόντας, ἀλλὰ μετὰ πάσης ἀκριβείας τὴν ἐκτενεστάτην ποιήσεσθαι πρόνοιαν, ὅπως ἑκάστοις κατὰ δύναμιν μερισθῆι τὰ γεώργια, μήτε παροφθέντος μηδενὸς μήτʼ ἐκ τῶν ἐναντίων καταταθέντος, καὶ διὰ τῶν συνκειμένων ὑμῖν ὑπομνημάτων τρόπον τινὰ διδασκαλικὴν ἡμῶν πεποιημένων τὴν ὑφήγησιν, πῶς ἑκάστοις ἐστὶ χρηστέον, ὥστε καὶ τὸν πάντων ἀπειρότατον ὑπʼ αὐτῶν τῶν πραγμάτων χειραγωγούμενον δύνασθαι κατακολουθοῦντα τοῖς ὑποδεικνυμένοις ῥᾳδίως τὰ τῆς χρείας συνπληροῦν ἐπανάγοντα τὸ δισταζόμενον