Ancient Greek
UPZ 1 114 II
Documentary Papyri, Upz 1 114_2
Not analysed yet
ἔτους λγ Φαρμοῦθι κε πέπτωκε τάλαντα β Δυκϛ τετρώβολον ἔτους λγ Φαρμοῦθι κε πέπτωκεν ἐπὶ τὴν ἐν Μέμφει βασιλικὴν τράπεζαν Ἀσκληπιάδει τῶι παρὰ Ἡρακλείδου του τραπεζίτου παρόντος Χρυσίππου παρὰ Ζωίδος τῆς Ἡρακλείδου κατὰ τὴν ὑποκειμένην διαγραφὴν χαλκοῦ οὗ ἀλλαγὴ τάλαντα δύο τετρακισχίλιαι γίνονται τάλαντα β Δ, ἑξηκοστὴ διακόσιαι ξϛ τετρώβολον, γίνονται σξϛ τετρώβολον, ἑκατοστὴ ἑκατὸν ἑξήκοντα γίνονται ρξ γίνονται τάλαντα β μδκϛ τετρώβολον. Ἡλιόδωρος Ἡρακλείδει χαίρειν. δέξαι καὶ καταχώρισον εἰς τὸ βασιλικὸν εἰς τὴν ἔγληψιν τῆς νιτρικῆς τοῦ βθ ἔτους κατὰ τὴν ὑποκειμένην διαγραφὴν χαλκοῦ οὗ ἀλλαγὴ τάλαντα β Δ, προσκόμισαι δὲ καὶ τὴν ἑξηκοστὴν καὶ ἑκατοστὴν καὶ εἴ τι ἄλλο καθήκει εἰς τὸ βασιλικόν. ἔρρωσο. ἔτους λγ Φαμενὼθ κη. βασιλεῦσι Ζωὶς Ἡρακλείδου εἰς τιμὴν παραδείσου ἀρουρῶν ἓξ ἡμίσους ὀγδόου μέρους τετάρτου, γείτονες· νότου Ἡρακλείδου καὶ τῶν ἀδελφῶν, βορρᾶ ὁδός, λιβὸς ὄρος, ἀπηλιώτου διῶρυξ Φχήτ, τοῦ ὄντος ἐν Μέμφει ἐν τόπωι Ἀσκληπιείωι, οὗ σημαίνεται διʼ οὗ ἐπιδέδωκεν Δωρίων ὁ ἀντιγραφεὺς Πτολεμαίωι τῶι ἐπιμελητῆι πρακτορικοῦ διαλογισμοῦ τοῦ λβ ἔτους ὀφείλεσθαι πρὸς τιμὴν τῶν πραθέντων ἐν τῶι λ ἔτει Φαρμοῦθι ιη διὰ Δωρίωνος τοῦ γενομένου ἐπιμελητοῦ πρὸς τὴν ἔγληψιν τῆς νιτρικῆς τοῦ κθ ἔτους διὰ τὸ δεδόσθαι ἐν διεγγυήματι ὑπὸ Θανούβιος τῆς Ἰθορώυτος ὑπὲρ Δωρίωνος τοῦ συνεγλαβόντος ἄλλοις τὴν αὐτὴν ἔγληψιν εἰς τὸ αὐτὸ ἔτος πρὸς χαλκοῦ τάλαντα ια Δ, ἀνταναιρουμένων δὲ τῶν διαγεγραμμένων παρʼ αὐτῆς δραχμῶν Δ, λοιπῶν δʼ ὄντων ταλάντων ια, ἃ μήτε τοῦ Δωρίωνος διαγράφοντος μήτε τῆς Θανούβιος διορθουμένης καὶ ἐπιδούσης ὑπόμνημα Δωρίωνι, διʼ οὗ ἠξίου ἄλλα τε καὶ ἐπεὶ ἀδυνατεῖ διαγράψαι τὰ ὀφειλόμενα ἐν αὐτῆι πρὸς τὴν προκειμένην ἐγγύην χαλκοῦ οὖ ἀλλαγὴ τάλαντα ια, συνπεπεικέναι Ζωίδα τὴν προγεγραμμένην προσβαλέσθαι αὐτῆι τοῦ εὑρίσκοντος, ἐφʼ ὧι τὸ ἀπολεῖπον ἐκτείσει, ἐκτεθῆναι εἰς πρᾶσιν ἐν τῶι λ ἔτει Φαρμοῦθι ἅμα τοῖς ἄλλοις ἐγγαίοις καὶ ἐπικηρυσσομένου διὰ Δωρίωνος, συνπαρόντων Δωρίωνος ἀντιγραφέως καὶ τῶν τοπογραμματέων καὶ ἄλλων πλειόνων διὰ κήρυκος Δημητρίου μηθένα ὑποστῆναι, κυρωθῆναι δὲ τῆι Ζωίδι εἰς ἔτη δ χαλκοῦ οὗ ἀλλαγὴ τάλαντων ι Δ, τὰς δὲ ἀπολειπούσας Β διαγεγραφέναι τὴν Θανοῦβιν, ἀπὸ δὲ τῶν προκειμένων ταλάντων ι Δ τετάχθαι Ζωίδα τὴν προγεγραμμένην τὴν πρώτην ἀναφορὰν τοῦ λ ἔτους Φαρμοῦθι καὶ τὴν δευτέραν τοῦ λα ἔτους Φαρμοῦθι καὶ τὴν τρίτην τοῦ λβ ἔτους Φαρμοῦθι, καὶ νυνὶ τάσσεται τὴν τετάρτην τοῦ λγ ἔτους χαλκοῦ οὗ ἀλλαγὴ τάλαντα β Δ. οἱ γραμματεῖς. μετειλήφαμεν. ἔτους λγ …Ἡλιόδωρος, δέξαι καθότι προγέγραπται παρὰ Ζωίδος τιμὴν παραδείσου ἀρουρῶν ἓξ ἡμίσους ὀγδόου μέρους τετάρτου χαλκοῦ εἰς κϛ ἡμιωβέλιον τάλαντα δύο δραχμὰς τετρακισχιλίας καὶ τὴν ἑξηκοστὴν καὶ ἑκατοστὴν καὶ εἴ τι ἄλλο καθήκει, Δωρίωνος ὑπογράφοντος. ἔτους λγ …Δωρίων. δέξαι καθότι προγέγραπται παρὰ Ζωίδος τιμὴν παραδείσου τοῦ ὄντος ἐν Μέμφει ἐν τόπωι Ἀσκληπιείωι ἀρουρῶν ϛ 𐅵η μέρους τετάρτου χαλκου οὗ ἀλλαγὴ τάλαντα δύο τετρακισχιλίας γίνονται τάλαντα β Δ. ἔτους λγ …Χρύσιππος. ἐπηκολούθηκα καθότι προγέγραπται τάλαντοις δύο Δυκϛ τετρωβόλῳ. ἔτους λγ Φαρμοῦθι κε.