Ancient Greek
UPZ 1 116
Documentary Papyri, Upz 1 116
Not analysed yet
Μητροδώρωι ἐπιμελητῆι παρὰ Ἀπύγχιος Ἰναρώυτος Ἑλληνομεμφίτου. ἀπογράφομαι κατὰ τὸ ἐκτεθὲν πρόσταγμα τὴν ὑπάρχουσάν μοι οἰκίαν καὶ αὐλὴν ἐν τῶι Ἑλληνίωι ἐν τόπωι Ἰμενσθωτιείωι, ἧς μέτρα τῆς μὲν οἰκίας πήχεις κα ἐπὶ πήχεις ιγ, τῆς δὲ αὐλῆς πήχεις δ ἐπὶ πήχεις ιγ, γείτονες· πρὸς νότον οἰκία Ταμψώιτος Φανῶτος, πρὸς βορρᾶν Πάσιτος Ἀριάνιος καὶ ὁδὸς ἀνὰ μέσον, πρὸς λίβα σιτοποιεῖόν μου καὶ ὁδὸς ἀνὰ μέσον, πρὸς ἀπηλιώτην Ποκαῦς Πετεμούνιος. ταύτην οὖν τιμῶμαι δραχμῶν Δ. καὶ ἄλλην οἰκίαν, ἐν ὧι σιτοποιοῦσιν, καὶ αὐλήν, ὧν μέτρα τῆς μὲν οἰκίας μέτρα πήχεις κα ἐπὶ πήχεις ιγ καὶ τῆς αὐλῆς πήχεις δ ἐπὶ πήχεις ιγ, γείτονες· πρὸς νότον Ὀννῶφρις Ὥρου οἰκία, πρὸς βορρᾶν Πάσιτος τοῦ Ἀριάνιος καὶ ὁδὸς ἀνὰ μέσον, πρὸς λίβα Νεφεργήριος Παχράτου, πρὸς ἀπηλιώτην ἡ προγεγραμμένη οἰκία καὶ ὁδὸς ἀνὰ μέσον. ταύτην οὖν τιμῶμαι χαλκοῦ δραχμῶν Β γίνεται τάλαντον α.