Ancient Greek
UPZ 1 118
Documentary Papyri, Upz 1 118
Not analysed yet
τῶι ἐν Μέμφει ξενικῶν πράκτορι. τῆς γεγενημένης ὑπογραφῆς ὑπόκειται τὸ ἀντίγραφον. ἐπιτελεσθήτω οὖν καθὼς συνκέκριται. ἔτους λδ Τῦβι ιε. ἔτους λδ Τῦβι ε ἐν Μέμφει τοῦ Μεμφίτου χρηματισταὶ τῶν τὰς βασιλικὰς Ἀλέξανδρος Ἀλεξάνδρου Φιλομητόρειος, ηρακλείδης Ἡρακλείδου Θεσμοφόριος, Σωγένης Σωγένους Κοινεὺς οἱ τὰ βασιλικὰ καὶ προσοδικὰ καὶ ἰδιωτικὰ κρίνοντες. καταστάντος Χονούφιος τοῦ Πετήσιος, τοῦ δὲ προσκεκλημένου Ψινταέους οὐχ ὑπακούσαντος διὰ πλειόνων ὁ Χονοῦφις ἐξ ἧς ἐδεδώκει ἐντεύξεως ἐσήμανεν δεδανεικέναι τῶι εὐθυνομένωι κατὰ συγγραφὴν τροφῖτιν τὴν ἀναγραφεῖσαν διὰ τοῦ γραφείου ἀργυρίου δραχμὰς φ ἐπὶ τῆι ἐξονομαζομένηι Θαυῆτι τῆι καὶ Ἀσκληπιάδι εἰς τὸ χορηγεῖν ταύτηι κατʼ ἔτος ὀλυρῶν ἀρτάβας ξ καὶ ἀργυρίου δραχμὰς οβ συνευδοκησάσης τῆς τε τοῦ Ψινταέους γυναικὸς Θαυῆτος καὶ τοῦ ἀμφοτέρων υἱοῦ Ζμανρέους, προσδιασταλέντος τὰ ὑπάρχοντα αὐτῶν ὑποκεῖσθαι πρὸς τὸ δίκαιον τῆς συγγραφῆς ,διά τε τοῦτο καὶ ἠξιώκει ἐκτεῖσαι αὐτὸν τὰς προκειμένας ἀργυρίου δραχμὰς φ καὶ ἐτῶν δ τὰς συναγομένας ὀλυρῶν ἀρτάβας σμ ὡς τῆς ἀρτάβης ἀργυρίου δραχμὰς β τὰς δὲ πάσας ἀργυρίου δραχμὰς Ασξη, βλαβέων δὲ καὶ δαπανημάτων χαλκοῦ τάλαντα ε, καὶ ἐὰν μὴ ἀπαντήσῃ ἐπὶ τὸ κριτήριον, ἐπισταλῆναι τῶι τῶν ξενικῶν πράκτορι συντελεῖν αὐτῶι τὴν πρᾶξιν τῶν προκειμένων κεφαλαίων. τὰ μὲν τῆς ἐνκλήσεως εἰς ἐπίγνωσιν ἦκτο τῶι Ψινταεῖ ἕνεκα τοῦ κεκομίσθαι τὸ ἀντίγραφον τῆς ἐντεύξεως ἐνωπίωι διὰ τοῦ ἀπὸ τοῦ κριτηρίου ὑπηρέτου. τῶν δὲ κατʼ αὐτοὺς προτεθέντων καὶ ἄλλοτε μὲν καὶ τῆι β τοῦ προκειμένου μηνὸς καὶ μηδʼ οὕτως ὑπακούσαντος τοῦ Ψινταέους, προσεκέκλητο καὶ διὰ πρ…ρε…εν… παραγίνεσθαι αὐτὸν ἐπὶ τὸ κριτήριον τῆι ἐνεστώσηι ἢ συγχωρηθήσεσθαι τῶι Χονούφει τὸ ἀξίωμα. κατακολουθήσαντες τοῖς προδιειλεγμένοις καὶ καλῶς ἔχειν ἡγούμενοι τὴν ἁρμόζουσαν τοῖς ἐνεστηκόσι ἐπακολουθῆσαι οἰκονομίαν, συνεκρίναμεν ἐπικεχωρῆσθαι τῶι ἐντετευχότι τὸ ἀξίωμα καὶ γραφῆναι τῶι σημαινομένωι πράκτορι συντελεῖν αὐτῶι τὴν πρᾶξιν τῶν κατε…μένων κεφαλαίων καὶ ὧν ὑπερβάλλει. Ἀρτεμίδωρος. διʼ εἰσαγωγέως Ἀρτεμιδώρου …ἀνέγνωσται. τῶι ἐν Μέμφει ξενικῶν πράκτορι.