Ancient Greek
UPZ 1 12
Documentary Papyri, Upz 1 12
Not analysed yet
Ποσιδωνίωι τῶν φίλων καὶ εἰσανγελέων καὶ στρατηγῶι παρὰ Ἀπολλωνίου τοῦ Γλαυκίου Μακεδώνος. ὄντοςμου ἐν κατοχῇ ἐν τῷ πρὸς Μέμφι μεγάλῳ Σαραπιείωι τοῦ δὲ ἔτους κγ Παῦνι κε ἐλθόντος μου ἐπὶ τὸ θρυοπώλιον τὸ ὑπάρχον ἐν τῷ αὐτῷ ἱερῶι ὥστε ὠνήσασθαι θρύα, τοῦ δὲ πωλοῦντος μὴ βουλομένου ἀποδόσθαι ἐξ ὧν ἔθος πᾶσι πωλεῖν, ἀλλὰ βουλομένου ἄλλα εὐτελέστερά μοι δοῦναι, ἐμοῦ δὲ βουλομένου τῶν χρησίμων ἀγοράςαι, ἔδωκέ μοι μετὰ ἀνατάσεως καὶ λαβὼν ἀπηλλάγην εἰς τὸ ἐμαυτοῦ παστοφόριον. μετὰ δὲ ταῦτα ἐπελθόντες οἱ τούτου ἀδελφοὶ Πεταῦτός τε καὶ Τεῶς ῥάβδους ἔχοντες οὐθενὶ κόσμῳ χρησάμενοι εἰσπηδήσαντες εἰς τὸ παστοφόριον, ἐν ᾧ καταλύω, ὕβριζάν με καὶ ἐμαστίγουν ταῖς ῥάβδοις ὀνηλάται ὄντες καὶ χρήματα ἀθροίζοντες ἐφʼ οἷς ἔχουσι χρήμασιν οὔτε τοῦ ἱεροῦ στοχασάμενοι οὔτε τοῦ καλῶς ἔχοντος. διὸ ἐπὶ σὲ τὴν καταφυγὴν πεποιημένος ἀξιῶ, ἐὰν φαίνηται, παραγγελῆναι αὐτοῖς, ὅπως τύχω τῶν δικαίων.