Ancient Greek
UPZ 1 146
Documentary Papyri, Upz 1 146
Not analysed yet
ἐν ἧι ἐγεγράφεις Διονυσίωι ἐπιστολῆι, κατῃτιῶ τινα ὡς συνεργὸν γενόμενον τοῖς ἐναντίοις σου καὶ ἄγαν μοι προσενεκάλεις, ἐφʼ οἷς αὐτὸς ἐγὼ συνειλκυσμένος ὑπὸ τοῦ ἀνθρώπου τῆι πρὸς σὲ καὶ τὸν πατέρα αἱρέσει ἱκανῶς ἐξενίσθην καὶ τούτωι ἀντιμεμφομένωι ὧν χάριν ἐκπεποίητο εὐεργεσιῶν ὑπέδειξα μὴ ἐπὶ βάθος σε τὸ τοιοῦτον πεποιηκέναι, γένοιτο δʼ ἂν πρὸς χάριν διακεκοφότας αὐτοὺς πρὸς σὲ ἐπὶ τοσοῦτον προῆχθαι, καὶ προσπαρεκάλεσα ἐνμένοντα ἐν τῆι αὐτῆι πρὸς ὑμᾶς φιλίαι ἀντιλαμβάνεσθαι ἐν τοῖς παραπίπτουσιν τῶν καθʼ ὑμᾶς, ὃ καὶ ὑπέσχετο διά τε τὴν προυπάρχουσαν ὑμῖν πρὸς αὐτὸν φιλίαν, πολὺ δέ μάλιστα διὰ τὰ νυνὶ περιέχοντα ὑμᾶς πολλῶι προθυμότερον ἔτι ποιήσειν. ὥστε πρὸς Διὸς καὶ σὺ οὐ μόνον μὴ συνκαταγίνωσκε, ἀλλὰ καὶ …ὑποσήμηνον αὐτῶι, ὅπως …τοὺς ἐν τῶι Μεμφίτηι καὶ Λητοῦς πόλει θεοὺς πα… αὐτῶι ὑπὸ τῶν ἀντιδίκων …ε…ου περὶ ὑμῶν προσαγγέλλειν …σοὶ καὶ ὁπότε περὶ τῶν τοῦ πατρός …ων λόγος ἐγίνετο, ἵνα …φειν καὶ ἕως τοῦ …καὶ τὴν …λ… καὶ τὸν πύργον ὑμῶν ὑμῶν εἰς …ν ἐπισταθμευόμενον ἐξειρῆσθαι καθόλου τε καὶ …δεσθαι ὑμῶν μᾶλλον μέρη τῶν ἰδίων καὶ ἀναγκαίων. τοῖς δὲ διαβάλλουσιν ὑμῶν ὑποδέχεσθαι αὐτὸν τοὺς ἀντιδίκους τόπωι καὶ καθόλου αὑτῶι συνειλκύσθαι μὴ προσέχετε. τὸ γὰρ τοιοῦτον ἐπιτηδεύει οὐχ ἕνεκεν τοῦ συνεργεῖν αὐτοῖς, ἀλλὰ ἵνα δοκῇ φιλικῶς ἔχειν τὰ πρὸς αὐτούς, λογιζόμενος διότι εἰ ὑποδείξαι αὐτοῖς ἐναντιούμενον, κακῶς ἠγμένοι ἐφʼ ἕτερόν τι πρὸς τὸ σκῦλαι ἐπιβαλοῦνται, σὺ δὲ εἰ μεταλάβοις ὡς τόπον αὐτοῖς μερίζων, ἴδιος ὢν οὐκ ἂν λυπηθείης. διὰ δὲ τὸν ἐνεστηκότα καιρὸν συνγνώμην ἕξεις χάριν τοῦ τούτους καὶ ὣς μήτε θεῶν μήτε ἀνθρώπων φείδεσθαι. τεκμήριον δὲ καὶ τούτων ἐκ τῶν γεγραμμένων σοι ὑπὸ Διονυσίου διαλάβοις ἄν, ὡς ἐν οὐδενὶ τῶν καθʼ ὑμᾶς παραίτιος γέγονεν.