Ancient Greek
UPZ 1 19
Documentary Papyri, Upz 1 19
Not analysed yet
βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι ἀδελφῆι θεοῖς Φιλομήτορσι χαίρειν Θαυῆς καὶ Ταῦς δίδυμαι λειτουργοῦσαι ἐν τῶι πρὸς Μέμφει μεγάλωι Σαραπιείωι, τῶι Ὀσοράπει χοὰς σπένδουσαι ὑπέρ τε ὑμῶν καὶ τῶν ὑμετέρων τέκνων. ἐν πλείοσιν ἀδικούμεναι ὑπὸ Νεφόριτος καὶ Παχράτου τοῦ υἱοῦ αὐτῆς τὴν καταφυγὴν ἐφʼ ὑμᾶς πεποιήμεθα, ἵνα τύχωμεν τῶν δικαίων. ἡ γὰρ δηλουμένη Νεφόρις συνοῦσα Φιλίππωι τινὶ τῶν ἐκ Μέμφεως του τῆι ἐξηργάζετο ὡς ἐπανελεῖται αὐτὸν ὁ δηλούμενος Φίλιππος ἐν τοῖς περιστᾶσιν ἀμείκτοις καιροῖς. ἐνκαθίσας παρὰ τῆι θύραι τῆς οἰκίας αὐτοῦ τῆς οὔσης πρὸς τῶι ποταμῶι ἐν τῆι Αἰγυπτίαι ἀγορᾶι, τοῦ δὲ πατρὸς ἡμῶν ἐξελθόντος καὶ ἔννοιαν σχόντος ἀποκολυμβήσαντός τʼ εἰς τὸν ποταμὸν καὶ μόλις ἀνασωθέντος ἐπί τινα νῆσον καὶ ἀναληφθέντος εἴς τι παραπλέον πλοῖον καὶ ὧδε μὲν οὐκέτι τολμήσαντος ἀποβῆναι, εἰς δὲ τὸν Ἡρακλεοπολίτην χωρισθέντος, τῶι δὲ μὴ ἡμᾶς εἶναι σὺν αὐτῶι ὑπὸ τῆς ἀθυμίας μετήλλαχεν τὸν βίον. τῶν δὲ ἀδελφῶν αὐτοῦ ἀναπλευσάντων καὶ παρακομισάντων αὐτὸν εἰς τὰς κατὰ Μέμφιν νεκρίας, μέχρι τοῦ νῦν οὐ τετόλμηκεν αὐτὸν ἡ Νεφόρις θάψαι. τὰ δʼ ἐκείνου ὑπάρχοντα ἀναληφθέντα εἰς τὸ βασιλικὸν ἐλυτρώσατο ἡ Νεφόρις ἀποδομένη ἥμισυ οἰκίας τῆς οὔσης κοινῆς ἡμῶν καὶ αὐτῆς χαλκοῦ ταλάντων ζ καὶ ἐκομίσατο ἀξίαν οὐσίαν χαλκοῦ ταλάντων ξ καὶ ἐνοικιολογεῖ κατὰ μῆνα χαλκοῦ δραχμὰς Αυ καὶ ἀπὸ τούτων ἡμῖν οὐθὲν μερίζει. οὐκ ἀρκεσθεῖσα δʼ ἐπὶ τούτοις ἐξέβαλεν ἡμᾶς ὥστʼ ἂν κινδυνεύειν τῶι λιμῶι διαλυθῆναι. ἐπινοησασῶν δʼ ἡμῶν Πτολεμαῖόν τινα τῶν ἐν κατοχῇ ὄντων ἐν τῶι μεγάλωι Σαραπιείωι, τοῦ δὲ πατρὸς ἡμῶν ὑπάρχοντα φίλον καὶ πρὸς τοῦτον ἀναβᾶσαι διετρεφόμεθα. ἐπιγενηθέντος δὲ τοῦ πένθους τοῦ Ἄπιος κατάγουσιν ἡμᾶς πενθεῖν τῶι θεῶι. τῶν δὲ τῆς μητρὸς φίλων ἀναπεισάντων ἡμᾶς προσλαβέσθαι τὸν ἐκείνης υἱὸν διακονεῖν ἡμῖν καὶ τούτου γενηθέντος καιροτηρήσας ἡμᾶς μετά τινα χρόνον καὶ λαβὼν τὸ γραφὲν ἡμῖν σύμβολον ὑπὸ τῶν πρὸς ταῖς πραγματείαις πρὸς τὸν ἐπὶ τῆς ἐλαικῆς ἐλαίου μετρητοῦ ἑνὸς τοῦ καθήκοντος ἡμῖν δίδοσθαι παρʼ ὑμῶν καὶ τοῦτον λάθραι κομισάμενος καὶ οὓς ποτʼ εἴχομεν χαλκοὺς καὶ ἄλλα ἀποσυλήσας ἡμᾶς ἀνέλυσεν πρὸς τὴν μητέρʼ αὐτοῦ, ὥστʼ ἂν μηδὲ τὰ ἀναγκαῖα ἡμᾶς ἔχειν. δεόμεθα οὖν ὑμῶν ἀποστεῖλαι τὴν ἔντευξιν ἐπὶ Διονύσιον τῶν φίλων καὶ στρατηγόν, ὅπως γράψῃ Ἀπολλωνίωι τῶι ἐπιμελητῇ καὶ Δωρίωνι τῶι ἀντιγραφεῖ μήτε τὸ γινόμενον ἡμῖν ἔλαιον καὶ κῖκι μηδʼ ἄλλο μηθὲν χρηματίζειν αὐτῆι τῶν ἡμετέρων, ἐπαναγκάσῃ δʼ αὐτὴν, εἰ τὸ πατρικὸν ἡμῶν παρὰ λόγον ἔχει, ἀποδοῦναι, ὅπως ὦμεν διʼ ὑμᾶς βεβοηθημέναι. εὐτυχεῖτε. Νεφόρεις καὶ Παχράτης Νεφόριτος …