Ancient Greek
UPZ 1 22
Documentary Papyri, Upz 1 22
Not analysed yet
Σαραπίωνι τῶν διαδόχων καὶ ὑποδιοικητῆι παρὰ Πτολεμαίου Μακεδώνος τοῦ ὄντος ἐν κατοχῇ καὶ τῶν διδυμῶν. ἀποδεδομένης τῶι βασιλεῖ ἐντεύξεως ὑπὸ τῶν διδυμῶν περὶ τῶν καθηκόντων αὐταῖς, ἧς κεχρηματισμένης ἐπὶ σέ, σοῦ δὲ προσδεηθέντος τῆς παρὰ Δωρίωνος τοῦ ἀντιγραφέως πρὸς ταῦτα ἀναφορᾶς, ἧς ὑπὸ τοῦ ἀδελφοῦ μου ἀποδεδομένης σοι τῆι α τοῦ Φαῶφι, καὶ συνηκολουθηκότος σοι εἰς Πτολεμαίδα τοῦ Ἀρσινοίτου, συνέταξας· ὡς ἂν εἰς Μέμφιν. τῶν δὲ μεγίστων θεῶν καθʼ ἣν ἔχεις εἰς αὐτοὺς ἐκ προγονικῆς αἱρέσεως εὐσέβειαν ἀγειοχότων σε ἐπὶ τοὺς τόπους ἀξιῶ σε ἐὰν φαίνηται ἀναλαβόντα τὸν παρὰ Δωρίωνος χρηματισμὸν ἐπιτελέσαι ἀκολούθως. εὐτύχει. Μεννίδει. ἐπισκεψάμενον ὅσα καθήκει ἀποδοῦναι. ἔτους κ Ἁθὺρ β. τοῖς γραμματεῦσι. ἐπισκεψαμένους ἀνενεγκεῖν. ἔτους κ Ἁθὺρ γ.