Ancient Greek
UPZ 1 24
Documentary Papyri, Upz 1 24
Not analysed yet
Σαραπίωνι τῶν διαδόχων καὶ ὑποδιοικητῆι παρὰ Πτολεμαίου τῶν ἐν κατοχῇ ὄντων ἐν τῶι μεγάλωι Σαραπιείωι ἔτος τοῦτο ἑνδέκατον. τοῦ ιθ ἔτους Μεσορὴ ἀναβάντι σοι καὶ ἐπιθύσαντι ἀπέδωκα τὴν παρὰ τοῦ βασιλέως κεχρηματισμένην τῶν διδυμῶν ὑπὲρ τοῦ καθήκοντος αὐταῖς ἐλαίου καὶ κίκιος ἔντευξιν καὶ ἠξίωσά σε, ὅπως ἀποδοθῇ αὐταῖς καὶ ὧν χρόνων ὀφείλετʼ αὐταῖς καὶ ἐπηγγείλω μοι. διὸ καὶ συνέστησά σοι τὸν πορίζοντά μοι τὴν τροφὴν νεώτερόν μου ἀδελφὸν πραγματευσόμενον ταῦτα. σὺ δὲ πρὸς τὸ θεῖον ὁσίως διακείμενος καὶ οὐ βουλόμενος παραβῆναί τι τῶν ἐν τῶι ἱερῶι ἐπηγγελμένων ἀπέστειλας χρηματίσας Μεννίδει ἔχον ὑπογραφὴν· ἐπισκεψάμενον τὰ καθήκοντʼ ἀποδοῦναι, ἐφʼ οἷς γίνοιτό σοι μὴ μόνον ἐφʼ οἷς εἶ μένειν, ἀλλὰ καὶ ἐπὶ μείζονα προάγειν. τοῦ δὲ Μεννίδου ὑπογεγραφότος· τοῖς γραμματεῦσι. ἐπισκεψαμένους ἀνενεγκεῖν, καὶ τούτων ἀνενηνοχότων καθήκειν δίδοσθαι, ὅσα καὶ ἡμεῖς προεφερόμεθα, ὁ Μεννίδης πάλιν φησὶν ἐπὶ σὲ δεῖν ἀνενεχθῆναι. ἀξιῶ οὖν σε μετὰ δεήσεως νομίσαντα ταῖς διδύμαις ἰδίαι σε ταῦτα διδόναι καὶ ἐμβλέψαντα ὅτι ὅς μοι ἐπόριζε τὰ δέοντα ἀποσπασθεὶς ἀπὸ τοῦ Μεσορὴ μηνὸς περὶ ταῦτʼ ὢν οὐ δύνατʼ ἐκκομίσασθαι, συντάξαι ἐπιστρεφέστερον τῶι Μεννίδει χρηματίσαι τό τε ἔλαιον καὶ τὸ κῖκι, ἵνα μὴ ἔτι πλεῖον καταφθειρομένου τοῦ παιδαρίου καὶ ἐμοῦ ἐνδεοῦς τοῖς δέουσιν ὄντος ἀναγκασθῶ μηκέτι προσκεῖσθαι τῶι Μεννίδει καὶ τὰς διδύμας μηθὲν ἐχούσας τῶν καθηκόντων τὸ ἱερὸν ἐγλιπεῖν. σοὶ δὲ γίνοιτο εὐημερεῖν παρὰ τῶι βασιλεῖ τὸν ἅπαντα χρόνον. εὐτύχει.