Ancient Greek
UPZ 1 27
Documentary Papyri, Upz 1 27
Not analysed yet
Θέων Διονυσίωι χαίρειν. μέτρησον μετὰ τῆς τῶν εἰθισμένων γνώμης κατὰ τὸν παρὰ Μεννίδου τοῦ ἐπιμελητοῦ χρηματισμὸν Δημητρίωι Σώσου Κρητὶ τῶν πρότερον Εὐμήλου τῶι συνεσταμένωι ὑπὸ τῶν διδυμῶν διʼ ἧς ἐπιδέδωκαν ἐντεύξεως τῶι βασιλεῖ ὥστε αὐταῖς τὸν καθήκοντα εἰς τὸ ιη ἔτος ἐλαίου σησαμίνου μετρητὴν α κίκιος μετρητὴν α καὶ εἰς τὸ ιθ ἔτος σησαμίνου μετρητὴν α κίκιος μετρητὴν α, τοὺς δὲ πάντας ἐλαίου σησαμίνου μετρητὰς β κίκιος μετρητὰς β γίνονται σησαμίνου μετρηταὶ β καὶ κίκιος μετρηταὶ β, ἀνθʼ ὧν ἐλαίου σησαμίνου μετρητὴν α γίνονται μετρηταὶ γ καὶ σύμβολα ποίησαι πρὸς τοὺς λαμβάνοντας. Θέων. προοῦ ἀκολούθως ἐλαίου σησαμίνου μετρητὰς γ γίνονται σησαμίνου μετρηταὶ γ. κίκιος μετρητὰς β γίνονται σησαμίνου μετρηταὶ β καὶ κίκιος μετρηταὶ β, ἀνθʼ ὧν ἐλαίου σησαμίνου μετρητὴν α γίνονται μετρηταὶ γ καὶ σύμβολα ποίησαι πρὸς τοὺς λαμβάνοντας.