Ancient Greek
UPZ 1 37
Documentary Papyri, Upz 1 37
Not analysed yet
Πτολεμαῖος. μεταλαβὼν Δωρίων ὁ ἀντιγραφεὺς ἀνενήνοχεν καθότι ὑπόκειται. ἔτους κ Τῦβι ϛ. Δωρίων. ἐν τῇ γραφῇ τῶν εἰς τὰ ἱερὰ ὑπόκειται δίδοσθαι διδύμαις ταῖς ἐν τῶι μεγάλωι Σαραπιείωι τιμῆς τῆς ὑποκειμένης ἐλαίου σησαμίνου χοῦς α, τοῦ δʼ ἐνιαυτοῦ μετρητὴς α. εἰς δὲ τὸ κ ἔτος οὐθὲν κεχρημάτισται. ἔτους κ Χοίαχ κθ. ἐν δὲ τῶι ιθ ἔτει τί εἰλήφασιν, ἀνενεγκεῖν. ἔτους κ Τῦβι ζ. Ἀρήωι. εἴ τι εἰλήφασιν ἐν τῶι ιθ ἔτει, ἀνενεγκεῖν. ἔτους κ Τῦβι θ. Ἄρης. ἐν μὲν τῶι ιθ ἔτει οὐθὲν κεχρημάτισται. ἐν δὲ τῶι ἔτει κ Ἁθὺρ ἐξενηνεγμέναι τὸ καθῆκον τοῦ ιη καὶ ιθ ἔτους ἐλαίου μετρητὰς β