Ancient Greek
UPZ 1 39
Documentary Papyri, Upz 1 39
Not analysed yet
Σαραπίωνι τῶν διαδόχων καὶ ὑποδιοικητῆι παρὰ Θαῦτος καὶ Θαουῆτος διδυμῶν τῶν λειτουργουσῶν ἐν τῶι πρὸς Μέμφει μεγάλωι Σαραπιείωι. κατὰ πολλοὺς τρόπους ἀντειλημμένου σου ἡμῶν διʼ ἣν ἔχεις εἰς τὸ θεῖον εὐσέβειαν καὶ τὰ μὲν ἡμῶν εἰληφυιῶν εἰς τὴν γινομένην ἡμῖν σύνταξιν, τὰ δʼ ἔτι διὰ τὴν τῶν ὑποτεταγμένων παρελκομένων, ἀνενηνεγμένης δέ σοι καὶ ἀναφορᾶς ὑπὸ Μεννίδου τοῦ ἐπιμελητοῦ ὑπὲρ τοῦ καθήκοντος ἡμῖν ἐλαίου σησαμίνου εἰς κ ἔτος, πρὸς τὴν παρεπιγεγραφότος σου οὕτως· ὥστε τοὺς παρʼ ἡμῶν γραμματεῖς μὴ γινώσκειν τὰ ἐν τοῖς λόγοις ἀναφερόμενα, εἰ μὴ Μεννίδης διασαφήσαι. προσαγαγεῖν οὖν τοὺς γράψαντας τὴν ἀναφορὰν γραμματεῖς, τοιαύτης οὔσης καὶ τοῦ παρʼ ἡμῶν διαποστελλομένου παιδαρίου Ἀπολλωνίου τοῦ καὶ συνεσταμένου σοι ὑφʼ ἡμῶν ἐν τῶι ἱερῶι ὄντος ἀπραγματεύτου καὶ τὴν περὶ τούτων οἰκονομίαν οὐ δυναμένου εἰς …ἀγαγεῖν ὑπομνήσαντός σε εὐκαίρως, οὐθὲν δʼ ἕτερον περιγινομένον ἡμῖν διὰ τὴν τῶν γραμματέων παραστρατηγίαν πλὴν τοῦ καταφθείρεσθαι, ὃ δὴ μὴ μέτριον εἶναι λειτουργίαν τοιαύτην παρεχομένας χρονοτριβεῖσθαι, ἀξιοῦμέν σε ἔτι καὶ νῦν κεφάλαιον ἐπιθεῖναι τοῖς καθʼ ἡμᾶς, καθʼ ὃν τρόπον σοι ὑποπίπτει, ἵνα μὴ περὶ τῶν αὐτῶν σε παρενοχλῶμεν. εὐτύχει.