Ancient Greek
UPZ 1 43
Documentary Papyri, Upz 1 43
Not analysed yet
. Σαραπίωνι τῶν διαδόχων καὶ ὑποδιοικητῆι παρὰ Πτολεμαίου Μακεδόνος τοῦ ὄντος ἐν κατοχῆι ἐν τῶι μεγάλωι Σαραπιείωι ἔτος ἤδη ἑνδέκατον καὶ τῶν διδυμῶν. σοῦ καθʼ ἣν ἔχεις προγονικὴν αἵρεσιν κατὰ πολλοὺς τρόπους ἀντιλαμβανομένου αὐτῶν, ὅπως τὰ ἐν τῶι ἱερῶι νόμιμα δεόντως ἐπιτελῆται καὶ ἐσπευκότος αὐταῖς, ὅπως τὴν γινομένην σύνταξιν ἐκ πλήρους κομίζωνται καθάπερ οἱ ἐν τῶι ἱερῶι, τῶν προγεγραμμένων δὲ διδυμῶν καθὸ μὴ ἔχειν τὸν ὑπὲρ ἑαυτῶν ἐξελευσόμενον μὴ κεκομισμένων τὴν καθήκουσαν σύνταξιν τῆς ὀλύρας, ἀλλὰ τὰ μὲν τοῦ ιη ἔτους προσοφειλομένων μηνῶν ϛ ὀλυρῶν ἀρταβῶν π, τοῦ δὲ ιθ ἔτους κατὰ τὸ ἥμισυ τῆς συντάξεως καὶ τοῦ κ ἔτους ἀρχῆς τοῦ ἐνιαυτοῦ κατὰ τὸ ἥμισυ κομιζομένων, ὑπὲρ ὧν ἐντετεύχασι τῶι βασιλεῖ ,ἀξιῶ σε συντάξαι Ψινταῆτι ἐπιστάτηι τῶν ἱερῶν τὰ προγεγραμμένα ἀποδοῦναι καὶ εἰς τὸ λοιπὸν εὐτάκτως ἀποδιδόναι, ὅπως δύνωνται τὰς ἐν τῶι ἱερῶι λειτουργίας ἐπιτελεῖν. εὐτύχει. Μεννίδει. προνοηθῆναι. τοῖς γραμματεῦσι. ἐπισκεψαμένους ἀνενεγκεῖν Μεννίδει. προνοηθῆναι. Μεννίδει. τοῖς γραμματεῦσι. ἐπισκεψαμένους ἀνενεγκεῖν