Ancient Greek
UPZ 1 5
Documentary Papyri, Upz 1 5
Not analysed yet
Διονυσίωι τῶν φίλων καὶ στρατηγῶι παρὰ Πτολεμαίου τοῦ Γλαυκίου Μακεδόνος ὄντος ἐν τῶι μεγάλωι Σαραπιείωι ἐν κατοχῆι ἔτη δέκα, οὐκ ἐξεληλυθὼς τὸ παστοφόριον ἐν ὧι ἐνκέκλειμαι ἕως τῆς σήμερον. τῆι ιϛ τοῦ Θῶυθ Πτολεμαίου τοῦ καθεσταμένου διὰ τοῦ ἐν τῶι Ἀνουβιείωι ἀρχιφυλακίτου καὶ Ἀμώσιος τοῦ παρὰ τοῦ ἀρχιερέως παραλαβόντες φυλακίτας εἰσῆλθον εἰς τὸ ἐν τῶι μεγάλωι Σαραπιείωι Ἀσταρτιεῖον, οὗ καὶ ἐν κατοχῇ εἰμι μέχρι τῆς σήμερον, φάσκοντες εἶναι ἐν τῶι τόπωι ὅπλα. ἐρευνήσαντες οὖν πάντα τὸν τόπον οὐθὲν εὗρον. ἐκπορευομένων δὲ τῶν φυλακιτῶν ἐξετίναξαν ἑαυτοὺς οὐθὲν ἄτοπον ποιήσαντες. Ἀμώσιος δὲ τοῦ παρὰ τοῦ ἀρχιερέως ἐπιστρέψαντος μετὰ Ἰμούθου τοῦ παρὰ τοῦ ἐπὶ τῶν παστοφόρων καὶ Ἁρενδώτου τοῦ Κατύτου καὶ Ἁρενδώτου τοῦ Νεκτενίβιος καὶ Ἐρβελλῆτος τοῦ Ἁριμούθου καὶ Ψινχώνσιος τοῦ Ἀμώσιος ἀκολούθου ὀψὲ τῆς ὥρας ἀπεβιάσαντό με ἐχόντων φανὸν καὶ σκύλαντες τὸ ἱερὸν ἐξηνέγκαντο πάντα, τὰ δὲ λοιπὰ παρεσφραγίσαντο καὶ τῆι ιζ τοῦ αὐτοῦ μηνὸς ἐπιστρέψαντες πρωῒ ἐξηνέγκαντο τὰ λοιπὰ ὥστε καὶ τὰς τῶν πτωχῶν παραθήκας ἐξενέγκαι. εἰσελθόντος τινὸς τῶν πτωχῶν καὶ ἐπιγνόντος στάμνον αὑτοῦ, ἐν ᾧ ἐνῆσαν χαλκοί, ἐπελάβετο αὐτοῦ. ἐντρεπέντος δὲ τοῦ Ἀμώσιος κατεσφραγίσατο καὶ παρέθετο αὐτὸν Θέωνι Παῦτος καὶ εἰσελθόντες εἰς τὸ τῆς θεᾶς ἄδυτον ἔσκυλαν τὸν ναὸν ὥστε καὶ κινδυνεῦσαι συντρῖψαι. ἐπιστρέψαντος δὲ πάλιν τοῦ Ἀμώσιος μετὰ Ἁριμούθου τοῦ παρὰ τοῦ ἐπιστάτου εἰσελθόντος καὶ εὑρόντος λεκάνην χαλκῆν οὖσαν τῆς θεᾶς ταύτης τε ὑπʼ αὐτοῦ ἐξενηνεγμένης, πρὸς δὲ τούτοις καὶ Παβέλφεως τοῦ Πετεαρενδώτου καὶ Νεκτενίβιος τοῦ Ἰμούθου ἀστοχήσαντες τοῦ καλῶς ἔχοντος εἰσελθόντες ζητοῦντες ἐνέχυρα εὑρόντες ἐξηρημωμένον τὸν τόπον ὑπὸ τῶν προγεγραμμένων μολύβδινα δύο εὗρον καὶ ταῦτα ἐξήνεγκαν. πυθομένων δὲ ἡμῶν αὐτῶν· τίνος χάριν ἐπεισπορεύεσθε ; ἐνεχυράζοντες ἔφησαν, Ψῦλι ὁ ἐπὶ τῶν παστοφόρων ἀπέσταλκεν ἡμᾶς. ἐξενέγκαντες τὰ δύο μολύβδινα παρέθεντο Κεφαλᾶτι τῶι θυρουρῶι. ἀξιῶ οὖν, ἐὰν φαίνηται, μὴ ὑπεριδεῖν με ἠνομημένον καὶ ἐγκεκλειμένον, ἀλλὰ συντάξαι καταστῆσαι ἐπὶ σὲ τὸν διασαφούμενον καὶ, ὡς ἂν κρίνῃς, διαλαβεῖν περὶ αὐτοῦ ὡς καθήκει. τούτου δὲ γενομένου ἔσομαι τετευχὼς τῆς παρὰ σοῦ βοηθείας. εὐτύχει.