Ancient Greek
UPZ 1 51
Documentary Papyri, Upz 1 51
Not analysed yet
Σαραπίωνι τῶν διαδόχων καὶ ὑποδιοικητῆι παρὰ Πτολεμαίου Μακεδόνος τοῦ ὄντος ἐν κατοχῆι ἐν τῶι μεγάλωι Σαραπιείωι τοῦτο ἔτος ια καὶ τῶν διδυμῶν. ἐντυχόντων ἡμῶν σοι ἔτι πρότερον ὑπὲρ τῶν ὀφειλομένων πρὸς τὴν σύνταξιν τοῦ ιη ἔτους ἐκ τοῦ Σαραπιείου ὀλυρῶν ἀρταβῶν ρξ, ἀφʼ ὧν δεδόσθαι μηνῶν ϛ, εἰς δὲ τὸ ιθ ἑξαμήνου εἰς δὲ τὸ κ ἔτος μηθὲν εἰληφέναι, συνέταξας καθʼ ἣν ἔχεις εἰς τὸ θεῖον εὐσέβειαν ἀποδοῦναι, ὅθεν καὶ γράψαι Μεννίδην τὸν ἐπιμελητὴν Ψινταῆτι ἀποδοῦναι τά τε προγεγραμμένα, ὁμοίως δὲ καὶ τὴν γινομένην ἐκ τοῦ Ἀσκληπιείου καὶ εἰς τὸ λοιπὸν εὐτακτεῖν, ὅπως ἀπαρτιζώμεθα ἀκολούθως τοῖς ἐπὶ τῶν τοιούτων ὑποκειμένοις. ἐπεὶ οὖν οὐδὲ ὥς ἕως τοῦ νῦν γέγονεν ἡμῖν ἡ ἀπόδοσις, τόν τε βασιλέα πλειονάκις διʼ ἐντεύξεως παρηνωχλήκαμεν, ἔτι δὲ καὶ τὸν φεριτὸβ καὶ σέ, συστήσαντός σοι τὸ παρʼ ἡμῶν παιδάριον ἐν τῶι ἱερῶι, ἀξιοῦμέν σε καὶ ἐν τούτοις ἡμῖν συνεργήσαντα συντάξαι ἐπιστρεφέστερον τῶι Ψινταῆτι ἀποδοῦναι ἡμῖν τὰ προγεγραμμένα, ὅπως δυνώμεθα τὰς ἐν τῶι ἱερῶι λειτουργίας ἐπιτελεῖν, ἀνακαλέσασθαι δὲ Ἀμῶσιν τὸν διαδεχόμενον αὐτὸν, ὅπως ἀπροφάσιστα ἦι. εὐτύχει.