Ancient Greek
UPZ 1 54
Documentary Papyri, Upz 1 54
Not analysed yet
ἔτους ιη Θῶυθ α ἕως Μεχεὶρ ζ ἀπέχουσι. ἀπὸ η τοῦ Μεχεὶρ ἕως Μεσορὴ λ καὶ τὰς ἐπαγομένας ἡμέρας ε οὐκ εἰλήφασι, γίνονται ὀλυρῶν κατὰ μῆνα ἀρτάβαι η, γίνονται ὀλυρῶν ἀρτάβαι νϛ. ἔτους ιθ Θῶυθ α ἕως Μεχεὶρ λ ἀπέχουσι. ἀπὸ Φαμενὼθ α ἕως Παχὼν λ οὐκ εἰλήφασι ἀλλʼ ἢ τὸ ἥμισυ. Παῦνι α ἕως λ οὐκ εἰλήφασι ἀλλʼ ἢ λ ζεύγη. Ἐφεὶφ α ἕως Μεσορὴ λ οὐκ εἰλήφασι ἀλλʼ ἢ τὸ ἥμισυ καὶ ταῖς ἐπαγομέναις ε οὐκ εἰλήφασι. ἀπὸ Φαμενὼθ α ἕως Παχὼν λ γίνονται τῆς τριμήνου ὀλυρῶν κδ. τούτων ἀπέχουσι τὸ ἥμισυ, λοιπαὶ ιβ. Παῦνι α ἕως λ γίνονται ἀρτάβαι η. τούτων ἀπέχουσι ἀρτάβας β, λοιπαὶ ϛ. Ἐφεὶφ α ἕως Μεσορὴ λ γίνονται ὀλυρῶν ἀρτάβαι ιϛ. καὶ τὰς ἐπαγομένας ἡμέρας ε οὐκ εἰλήφασι. γίνονται ὀλυρῶν ἀρτάβη α δ χοίνικες γ γίνονται ὀλυρῶν ἀρτάβαι λε δ χοίνικες β. τοῦ ἔτους ιη τὸ ὀφείλημα τῶν ἄρτων ἐκ τοῦ Σαραπιείου γίνονται ὀλυρῶν ἀρτάβαι νϛ. τοῦ ἔτους ιθ τὸ ὀφείλημα γίνονται ὀλυρῶν ἀρτάβαι λε δ χοίνικες β ,γίνονται τοῦ ἔτους ιη καὶ τοῦ ἔτους ιθ τὸ ὀφείλημα τῶν ἄρτων ἐκ τοῦ Σαραπιείου, οὓς λαμβάνουσι καθʼ ἡμέραν, ὀλυρῶν ἀρτάβας ϙβ χοίνικες β. ἀπὸ τῆς ἀναγωγῆς τοῦ Ὀσοράπιος Παχὼν ιϛ ἕως τοῦ ἔτους ιθ Μεσορὴ λ καὶ τὰς ἐπαγομένας ἡμέρας ε. τοῦ δὲ ἐνεστῶτος κ ἔτους Θῶυθ α ἕως Χοίαχ ι οὐκ εἰλήφασι ἀλλʼ ἢ ἄρτους ϛ τὴν ἡμέραν, λοιπαὶ β, γίνονται κατὰ μῆνα ὀλυρῶν ἀρτάβαι β, γίνονται ὀλυρῶν ἀρτάβαι ϛ 𐅵χοίνικες ζ. ἀπὸ Χοίαχ ια ἕως τῆς σήμερον ἡμέρας οὐκ εἰλήφασι. ἐὰν λάβωσι τοὺς ἄρτους ἐκ πλήρους καθὼς αἱ πρότεραι δίδυμαι ἐλάμβανον, καθὼς καὶ αὐταὶ εἰλήφασι τοῦ πενθεῖν κάτω ἐν Μέμφει, γίνονται ὀλυρῶν κατὰ μῆνα ἀρτάβαι ιβ. ἐὰν ἀντιλέγωσι, χειρογραφησάτωσαν τὸν βασιλέα. εὐτύχει.