Ancient Greek
UPZ 1 57
Documentary Papyri, Upz 1 57
Not analysed yet
τὸ γινόμενον ταῖς διδύμαις ἐκ τοῦ Ἀσκληπιείου ἄρτους πεπτοὺς καθʼ ἡμέραν γ ἀπὸ τοῦ πένθους ἕως τῆς σήμερον ἡμέρας οὐκ εἰλήφασιν. λαβὲ τὴν κρίσιν, ἣν ἐποίησαν ταῖς προτέραις διδύμαις. ὁ Ἀσκληπιὸς ἔχει λίθινα σπονδεῖα ἄνω ἐν τῶι Σαραπιείωι. ἔθος ἐστὶ σπένδειν τῶι Ἀσκληπιῶι καθʼ ἡμέραν καὶ ὁ βουκόλος τοῦ Ὀσορᾶπι τοὺς αὐτοὺς ἄρτους λαμβάνει. γίνεται αὐταῖς μὴ λειτουργεῖν μηδὲ σπένδειν τῶι Ἀσκληπιῶι. ὁ δὲ βουκόλος ἐλθὼν κατηγόρησεν αὐτὰς λέγων· ἐπεὶ οὖν οὐ λειτουργοῦσιν οὐδὲ σπένδουσιν τῶι Ἀσκληπιῶι, ἐγὼ δὲ περὶ αὐτῶν σπένδω, ἀξιῶ οὖν ὑμᾶς ἀφελεῖν αὐτῶν τοὺς ἄρτους καὶ μοὶ δοῦναι, ὅτι ἐγὼ περὶ αὐτῶν λειτουργῷ. ἐγένετο ἡ κρίσις οὕτω· ἀφεῖλον τοὺς τῶν διδυμῶν ἄρτους καὶ τῶι βουκόλωι ἐδόθη. ἐπεὶ οὖν αὐταὶ νῦν λειτουργοῦσιν περὶ αὑτῶν καὶ τοῦ βουκόλου, ὁ δὲ βουκόλος ἀφεὶς τὴν αὑτοῦ λειτουργίαν ἀπελήλυθε, εὔγνωμον οὖν ἐστι ἀφελεῖν τῶν τοῦ βουκόλου καὶ δοῦναι ταῖς διδύμαις. ἐὰν δὲ ἀντιλέγωσιν περὶ τούτων, ἀνακάλεσαι τοὺς γραμματεῖς τοῦ Ἀσκληπιείου καὶ χειρογραφησάτωσαν τὸν βασιλέα. εὐτύχει.