Ancient Greek
UPZ 1 64
Documentary Papyri, Upz 1 64
Not analysed yet
Βαρκαῖος ὁ καὶ Ἀμμώνιος Ἀπολλωνίωι τῷ ἀδελφῶι χαίρειν. εἰ ἐρρωμένωι σοι καὶ τὰ ἄλλα κατὰ λόγον ἐστίν, τὸ δέον ἂν εἴηι καὶ αὐτοὶ δὲ ὑγιαίνομεν. λίαν σοι χάριν μεγάλην ἐσχήκαμεν σημήναντι ἡμῖν τὰ κατὰ τοὺς ἀλάστορας τοὺς διηλμένους ἐκ τῆς φυλακῆς, προσδιεσάφεις δὲ καὶ τὸν ἀδελφόν σου Σαραπίωνα ἀδικεῖσθαι ὑπὸ Ἁρπαήσιος φυλακίτου. μεταπεμψάμενος οὖν αὐτὸν καὶ τὸν φυλακίτην ἐπετίμων αὐτῶι καὶ ὁ ἀδελφός σου ἀνθωμολογεῖτο μὴ ἠδικῆσθαι ὑπʼ αὐτοῦ, καὶ παρεκάλεσα αὐτὸν ἔρχεσθαι, περὶ ὧν ἂν βούληται. χαριεῖ δὲ συμπαραστὰς ἡμῖν ἐν τοῖς λοιποῖς καὶ παρατηρήσας τοὺς ἀλάστορας, καὶ ἐὰν τολμήσωσι καὶ καταβῶσι ἐκτὸς τοῦ ἀσύλου, διασάφησόν μοι, ὅπως παραγενηθέντι σύν σοι γενόμενος πράξωμέν τι, καί σοι στεφάνιόν ἐστιν χαλκοῦ ταλάντων γ, ὡς περὶ ἰδίου πράγματος διαβαίνων, καὶ ἡμῖν ἔσει μεγάλως κεχαρισμένος. χαρίζοιο δʼ ἂν καὶ τοῦ σώματος ἐπιμελόμενος, ἵνʼ ὑγιαίνῃς. ἔρρωσο. ἔτους κϛ Φαῶφι δ. …Ἀπολλωνίωι.