Ancient Greek
UPZ 1 66
Documentary Papyri, Upz 1 66
Not analysed yet
Σαραπίων Πτολεμαίωι καὶ Ἀπολλωνίῳ τοῖς ἀδελφοῖς χαίρειν. εἰ ἔρρωσθαι, ἔρρωμαι δὲ καὶ αὐτὸς. συγγέγραμμαι τῆι Ἑσπέρου θυγατρί, μέλλω δὲ εἰσάγειν ἐν τῷ Μεσορὴ μηνί. καλῶς ποιήσεις ἀποστεῖλαί μοι ἡμίχουν ἐλαίου. γέγραφʼ ὑμῖν, ἵνα εἰδῆτε. παραγενοῦ δὲ εἰς τὴν ἡμέραν, Ἀπολλώνιε. ἔρρωσο. ἔτους κη Ἐπεὶφ κα. …ς …Πτολεμαίωι Ἀπολλωνίωι