Ancient Greek
UPZ 1 77
Documentary Papyri, Upz 1 77
Not analysed yet
τὸ ἐνύπνιον, ὃ εἶδεν Ταγῆς διδύμη Παχὼν ιζ. οἴετο ἐν τῷ ὕπνῳ καταβαίνουσα διὰ τοῦ ἀμφόδου ἀριθμοῦσα οἰκίας θ. ἠβουλόμην ἐπιστρέψαι, ἔλεγον ὅτι ταῦτα πάντα τὰ πολλὰ ἐννέα εἰσί. λέγουσι· ν, λύει ἀπελθεῖν. ὀψέ μοί ἐστιν. τὸ ἐνύπνιον, ὃ εἶδεν Πτολεμαῖος Σεληνιείοις Παχὼν κε. οἴομαι τὴν Ταγῆν εὔφωνον οὖσαν καὶ ἡδυτέραι τῇ φωνῇ καὶ εὖ διακειμένην καὶ ὁρῶ τὴν Ταοῦν γελῶσαν καὶ τὸν πόδα αὐτῆς μέγαν καθαρόν. κθ. δύοἄνθρωποι ἐργάζοντες ἐν τῇ προστάδι καὶ Ταοῦν ἐπὶτῆς κλίμακοςκαθῆσθαι καὶ προσπαίζουσαν αὐτοῖς, καὶ ἀκούσασα τὴν φωνὴν τοῦ Χεντοσνῆυ εἶναι εὐθὺ μέλαινα ἐγένετο. ἔλεγον ὅτι διδάξουσι αὐτὴν …γ…ασεν. Πτολεμαίου ἐνύπνιον Παχὼν ιε. παρέστησάν μοι δύο ἄνθρωποι λέγοντες πρὸς ἐμέ· Πτολεμαῖος, λαβὲ τοὺς χαλκοῦς τοῦ αἵματος. ἀριθμοῦσί μοι χαλκοῦς δραχμὰς ρ καὶ Ταγήτει τῇ διδύμῃχαλκοῦς στατηριείους μαρσίππιον πλῆρες. λέγουσι αὐτῇ· ἰδού, τοὺς χαλκοῦς τοῦ αἵματος. ἔλεγον αὐτοῖς· πλήω μου ἔχει χαλκοῦς. τὸ ἐνύπνιον, ὃ εἶδον Παχὼν κ. οἴομαι ἀριθμεῖν με λέγων ὅτι Θῶυθ ἔτους κ ἕως κ. ἔτους κγ Παχὼν δ. ᾤμην ἐν τῷ ὕπνῳ ἐπικαλεῖν με τὸν μέγιστον Ἄμμωνα ἔρχεσθαι ἀπὸ βορρᾶ μου τρίτον ὄντα, ἕως παραγίνηται. ᾤμην με βοῦν ἐν τῷ τόπῳ εἶναι καὶ ὠδίνουσαν. ἐπιλαμβάνεται τῆς βοὸς καὶ καταστροννύει αὐτήν. ἐμβάλλει αὑτοῦ τὴν χεῖρα εἰς τὸ αἰδοῖον καὶ ἐκσπᾶι ταῦρον. ἃ εἰδον ἐν τῷ ὕπνῳ, εὖ εἴη μοι. Παχὼν κγ γενεσίοις. ἐνύπνια ζ ἃ εἶδον περὶ τῆς βα