Ancient Greek
UPZ 1 9
Documentary Papyri, Upz 1 9
Not analysed yet
βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι ἀδελφῆι θεοῖς Φιλομήτορσι χαίρειν Πτολεμαῖος Γλαυκίου Μακεδὼν τῶν ἐν κατοχῇ ὄντων ἐν τῶι πρὸς Μέμφει μεγάλωι Σαραπιείωι ἔτος τοῦτο ιβ. τοῦ ιη ἔτους Θῶυθ μεταλλάξαντος τοῦ πατρός μου τὸν βίον ᾧ ἡ πατρὶς ἦν ἐν Ψίχει τοῦ Ἡρακλεοπολίτου καταλείποντος ἐμὲ μὲν ὄντα ἐν τῶι δηλουμένωι ἱερῶι, ἄλλα δὲ ἀδέλφιά μου τρία ἐν τῆι προειρημένηι κώμηι Ἵππαλον Σαραπίωνα Ἀπολλώνιον, τούτων δὲ διασειομένων ὑπὸ τῶν ἐν τῆι κώμηι ἀρχόντων, καθότι προσπίπτει μοι, δέομαι ὑμῶν μεθʼ ἱκετείας, θεοὶ Σωτῆρες Εὐεργέται, ἐμβλέψαντας εἴς τε ἐμέ, ὅτι οὐ δύναμαι ἐξελθὼν ἐκ τοῦ ἱεροῦ ἀντιλαβέσθαι αὐτῶν, καὶ εἰς τὴν ἐκείνων ὀρφανείαν προστάξαι γράψαι Κυδίαι τῶι στρατηγῶι προνοηθῆναι ὡς εἰς τὸ λοιπὸν οὐθεὶς οὔτε διασείσει οὔτε περισπάσει αὐτοὺς τῶν πρὸς ταῖς πραγματείαις διὰ τὸ ἐκείνους ἐμοὶ πορίζοντας τοὺς ἄρτους ἐμὲ διατρέφειν. ὑμῖν δὲ γίνοιτο κρατεῖν πάσης ἧς ἂν αἱρῆσθε χώρας καὶ καταγηρᾶν σὺν τοῖς ὑμετέροις τέκνοις τήν τε χώραν ὑμῶν εἶναι ἐν ἧι προαιρεῖσθε διαθέσει. εὐτυχεῖτε.