Ancient Greek
UPZ 1 7
Documentary Papyri, Upz 1 pg648
Not analysed yet
Διονυσίωι τῶν φίλων καὶ στρατηγῶι παρὰ Πτολεμαίου τοῦ Γλαυκίου Μακεδόνος τῶν ὄντων ἐν κατοχῆι ἐν τῶι μεγάλωι Σαραπιείωι ἔτος ἤδη δέκατον. ἀδικοῦμαι ὑπὸ τῶν ἐν τῶι αὐτῶι ἱερῶι καλλυντῶν καὶ ἀρτοκόπων τῶν νυνὶ ἐφημερευόντων, καταβαινόντων δὲ καὶ εἰς τὸ Ἀνουβιεῖον, Ἁρχήβιος ἰατροῦ καὶ Μυὸς ἱματιοπώλου καὶ τῶν ἄλλων, ὧν τὰ ὀνόματα ἀγνοῶ. τοῦ γὰρ ιθ ἔτους Φαῶφι ια παραγενόμενοι ἐπὶ τὸ Ἀσταρτιεῖον, ἐν ὧι κατέχομαι ἱερῶι, εἰσεβιάζοντο βουλόμενοι ἐκσπάσαι με καὶ ἀλογῆσαι, καθάπερ καὶ ἐν τοῖς πρότερον χρόνοις ἐπεχείρησαν οὔσης ἀποστάσεως, παρὰ τὸ Ἕλληνά με εἶναι. ἐπεὶ οὖν ἐγὼ μὲν συνιδὼν αὐτοὺς ἀπονενοημένους ἐμαυτὸν συνέκλεισα, Ἁρμᾶιν δὲ τὸν παρʼ ἐμοῦ εὑρόντες ἐπὶ τοῦ δρόμου καταβαλόντες ἔτυπτον τοῖς χαλκοῖς ξυστῆρσιν. ἀξιῶ οὖν σε συντάξαι γράψαι Μενεδήμωι τῶι παρὰ σοῦ ἐν τῶι Ἀνουβιείωι ἐπαναγκάσαι αὐτοὺς τὰ δίκαιά μοι ποιῆσαι, ἐὰν δὲ μὴ ὑπομένωσιν, ἐξαποστεῖλαι αὐτοὺς ἐπὶ σέ, ὅπως διαλάβῃς περὶ αὐτῶν μισοπονήρως. εὐτύχει. Μενεδήμωι. προνοήθητι ὡς τεύξεται τῶν δικαίων. ἔτους ιθ Φαῶφι ιθ. ἔτους ιθ Φαῶφι ιη Πτολεμαίου. Μενεδήμωι τῶν καλλυντῶν