Ancient Greek
UPZ 2 151
Documentary Papyri, Upz 2 151
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἀρεὺς ἀπὸ τῆς Πολέμωνος τριημιολίας μισθοφόρου ἐρέτης. ἀδικοῦμαι ὑπὸ Κεφάλωνος. σταθμοδοτηθέντος γάρ μου ὑπὸ Μοσχίωνος Κεφάλων οὐδενός μοι ἀνὰ μέσον ὄντος πρὸς αὐτὸν εἰσεβιάσατο τοῦ κϛ ἔτους Παῦνι ιζ καὶ εἰς τὸν σταθμὸν τά τε σκεύη μου ἐξέρριψεν ἐπὶ τὴν ὁδὸν καὶ αὐτόν με τύπτων ἐξέβαλλεν· ἐμοῦ δὲ οὐκ ἐκχωροῦντος, ἀλλʼ ἐπιμαρτυρομένου τοὺς παρόντας καὶ συνδραμόντων πλειόνων καὶ ἐπιτιμώντων αὐτῶι, οὕτως ἀπηλλάγη, ἐγὼ δὲ τὰ σκεύη τὰ εἰσριφέντα μου εἰς τὴν ὁδὸν εἰσήνεγκα. δέομαι οὖν σου, βασιλεῦ, προστάξαι …ρ… τῶι ἐπιστάτηι, ἐπισκεψάμενον ἐπαναγκάσαι τῆς βίας καὶ τῶν πληγῶν καὶ …