Ancient Greek
UPZ 2 159
Documentary Papyri, Upz 2 159
Not analysed yet
Τιμόξενος Μοσχίωνι χαίρειν. …ὁ ἀποδιδούς σοι τὴν ἐπιστολήν ἐστιν Φίλωνος ἀδελφὸς τοῦ μετὰ Λύσιδος ἐπιστολογράφου. φρόντισον οὖν, ὅπως μὴ ἀδικηθῆι ὁ ἄνθρωπος, καὶ γὰρ ὁ πατὴρ αὐτοῦ ἐστιν ἐνταῦθα περὶ Πετονοῦριν τὸν δευτερεύοντα. ἀποδοθήτω δʼ αὐτῶι καὶ τὸ σύμβολον τῶν ε δραχμῶν. ἔρρωσο. Μοσχίωνι