Ancient Greek
180a.1.1 to 180a.2.5
Documentary Papyri, Upz 2 180a.1.1-180a.2.5
Not analysed yet
βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους δ, ἐφʼ ἱερέως βασιλέως Πτολεμαίου θεοῦ Φιλομήτορος Σωτῆρος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Ἐπεὶφ θ ἐν Ἑρμώνθει τοῦ Παθυρίτου τῆς Θηβαίδος ἐφʼ Ἑρμίου ἀγορανόμου. ἀπέδοτο Ὧρος Ὥρου τῶν ἐκ τῶν Μεμνονείων χοαχυτῶν ὡς ἐτῶν ξθ μέσος, μελίχρως, τετανός, ἀναφάλαντος, μακροπρόσωπος, εὐθύριν, ὦτα μεγάλα καὶ ἀφεστηκότα, ἀσθενῶν τοῖς ὄμμασιν, ἀπὸ τῆς ὑπαρχούσης αὐτῶι τε καὶ τοῖς μετόχοις οἰκίας ᾠκοδομημένης καὶ τῶν προσόντων ψιλῶν τόπων τῆς οὔσης ἐν τῶι ἀπὸ νότου μέρει Διὸς πόλεως τῆς Μεγάλης τὸ ἐπιβάλλον αὐτῶι μέρος ἕβδομον, ἧς γείτονες ὅλης τῆς οἰκίας· νότου οἰκία Πάιτος αὐλητοῦ, βορρᾶ οἰκία Ταχλεῦτος, ἀπηλιώτου ῥύμη βασιλική, λιβὸς διῶρυξ, καὶ τὸν εἰς Ταγῆν οἶκον ᾠκοδομημένον πήχεως τρίτον πεντεκαιδέκατον, οὗ γείτονες· νότου οἰκία Ἁρπαήσιος, βορρᾶ ψιλοὶ τόποι τῶν ὄχλων, ἀπηλιώτου οἰκία Πεχύτου χοαχύτου, λιβὸς οἰκία Ἁσῶτος, καὶ ἐν Πμουνεμούνει ἀπʼ οἰκίας καθῃρημένης τὸ ἥμισυ ,ἧς γείτονες ὅλης τῆς οἰκίας· νότου ῥύμη βασιλική, βορρᾶ οἰκία Ποήβιος, ἀπηλιώτου οἰκία Πετεαρπρέους τοῦ Μενέους, λιβὸς οἰκία Ζμανρέους τοῦ Ψεμνέους, ἧς ἀνὰ μέσον διάφωσις, ἢ οἳ ἂν ὧσι γείτονες πάντη πάντοθεν. ἐπρίατο Ὀσοροῆρις Ὥρου ὡς ἐτῶν με, μέσος, μελίχρως, τετανός, μακροπρόσωπος, εὐθύριν, καὶ Νεχθμώνθης καὶ Πετοσῖρις, ἕκαστος κατὰ τὸ τέταρτον τὸ ἥμισυ τέταρτον ,Ταγῆς τὸ ἄλλο τέταρτον χωρὶς τοῦ εἰς αὐτὴν οἴκου πήχεως γ πεντεκαιδέκατον …χαλκοῦ ταλάντων β καὶ τὴν προστασίαν τῶν ἐπιβαλλόντων αὐτῶι σωμάτων τῶν μεταγομένων εἰς τοὺς τάφους καὶ τῶν τούτων λογειῶν καὶ καρπειῶν, ὧν τὸ κατʼ ἄνδρα ὑπόκειται. προπωλητὴς καὶ βεβαιωτὴς τούτων τῶν κατὰ τὴν ὠνὴν Ὧρος ὁ ἀποδόμενος, ὃν ἐδέξαντο Ὀσοροῆρις καὶ οἱ ἀδελφοὶ οἱ πριάμενοι.