Ancient Greek
UPZ 2 202
Documentary Papyri, Upz 2 202
Not analysed yet
Διονύσιος Ἡρακλείδει χαίρειν. τῆς παρʼ Ἀπολλωνίου τῶν πρώτων φίλων καὶ διοικητοῦ γεγραμμένης ἐπιστολῆς Δημητρίωι τῶι θηβάρχηι, ἡμῖν δʼ ἀποδεδομένης περὶ τῶν κατασκευασθησομένων ἀνκυρῶν δύο ἀγουσῶν σιδήρου ὁλκῆς τάλαντα η ἀντὶ τῶν ἐκ τοῦ ἐν Διὸς πόλει τῆι Μεγάληι Παποηριείου διὰ τῶν ἱερέων ἀποχρησθεισῶν Χλίδωνι …καὶ ἀρχεδεάτρωι ὥστʼ εἰς τὰς βασιλικὰς χρείας ἀντίγραφον ὑπόκειται. …οισ…ες τὴν ἐν ἀγορᾶι τιμογραφίαν …ἔτους μ Παῦνι χρηματισμὸς ἀγκυρῶν Διονύσιος τραπεζίτηι χαλκοῦ ταλάντων μ. 20 Ἡρακλείδει …ἀποδεδομένης περὶ τῶν κατασκευασθησομένων ἀνκυρῶν δύο ἀγουσῶν σιδήρου ὁλκῆς τάλαντα η ἀντὶ τῶν ἐκ τοῦ ἐν Διὸς πόλει τῆι Μεγάληι Παποηριείου διὰ τῶν ἱερέων ἀποχρησθεισῶν Χλίδωνι …καὶ ἀρχεδεάτρωι ὥστʼ εἰς τὰς βασιλικὰς χρείας ἀντίγραφον ὑπόκειται. …αα…τ… εἰς αἴτησιν …ἀντὶ τῶν ἀποκεχρησμένων πρὸς κ… ἀναφορα …οι διʼ ἱερέων …καὶ προ… περὶ τιμογραφίας …. κατακολουθήσας τούτοις χρημάτισον ἀπὸ τῆς ἐν Διὸς πόλει τραπέζης, συνυπογράφοντος Ἡλιοδώρου τοῦ βασιλικοῦ γραμματέως, τοῖς ἱερεῦσι …τ… τοῖς προς… χαλκοῦ τάλαντα μ καὶ σύμβολον ποίησαι ὡς καθήκει. ἔρρωσο. ἔτους μ Παῦνι ……ἀποκεχρῆσθαι Χλίδωνι τ… καὶ ἀρχεδεάτρωι εἰς τὰς βασιλικὰς χρείας ἐκ τοῦ ἐν Διὸς πόλει Πεφοηριείου ἱεροῦ. …ἀνκύρας δύο σιδήρου ὁλκῆς ταλάντων η. καλῶς ποιήσεις φροντίσας ὅπως τ…κει…ν ὁλκῆς …ἀποκατασταθήσεται τοῖς ἱερεῦσι αἱ ἴσαι τῶν …αλ… …ἔτους μ Φαρμοῦθι κθ. Πανᾶς. πρὸς τὴν παρʼ Ἀπολλωνίου τῶν πρώτων φίλων καὶ διοικητοῦ γεγραμμένην ἐπιστολὴν Δημητρίωι τῶι θηβάρχηι περὶ τῶν ἀγκυρῶν δύο ὁλκῆς ταλάντων η ὥστε ἀποκαταστῆσαι εἰς αἴτησιν ἀντὶ τῶν ἀποκεχρησμένων, παρεπιγεγραμμένην δʼ ἡμῖν· τίς ἐν ἀγορᾶι συνέστηκεν τοῦ κατασκευασθησομένου ὁλκίου τιμή, ἐπισκεψάμενον ἀνενεγκεῖν, ἐπισκοποῦντες εὑρίσκομεν εἶναι ἐν ἀγορᾶι τῆς μνᾶς τὴν τιμὴν δραχμῶν φ. ἀναφέρομεν. ἔτους μ Παῦνι ιθ. …ἀρχεδεάτρωι εἰς τὰς βασιλικὰς χρείας ἐκ τοῦ ἐν Διὸς πόλει Παποηρείου ἱεροῦ …ἀγκύρας δύο σιδήρου ὁλκῆς ταλάντων η. καλῶς ποιήσεις φροντίσας ὅπως τ…κει…ν ὁλκῆς …ου… ἀποκατακταθήσεται τοῖς ἱερεῦσι αἱ ἴσαι τῶν …αλ… ἔτους μ Φαρμοῦθι κθ. Πανᾶς. πρὸς τὴν παρʼ Ἀπολλωνίου τῶν πρώτων φίλων καὶ διοικητοῦ γεγραμμένην ἐπιστολὴν Δημητρίωι τῶι θηβάρχηι περὶ τῶν ἀγκυρῶν δύο ὁλκῆς ταλάντων η ὥστε ἀποκαταστῆσαι εἰς αἴτησιν …ἀντὶ τῶν ἀποκεχρησμένων, παρεπιγεγραμμένην δʼ ἡμῖν· τίς ἐν ἀγορᾶι συνέστηκεν τοῦ κατασκευασθησομένου ὁλκίου τιμή …