Ancient Greek
UPZ 2 217
Documentary Papyri, Upz 2 217
Not analysed yet
ἔτους β Φαῶφι κθ. ὅρκος, ὃν ὤμοσεν καὶ ὑπεχειρογράφησεν Δημήτριος Πτολεμαίου …κεκληρουχημένων. ὀμνύω βασίλισσαν Κλεοπάτραν θεὰν Φιλομήτορα Σώτειραν ἦ μὴν ὑποτεθεῖσθαι ἐν διεγγυήματι Δημητρίωι καὶ Ἀμμωνίωι γραμματεῦσι τῶν …ὑπὲρ Πτολεμαίου τοῦ καθεσταμένου ὑπʼ αὐτῶν ἀπὸ Θῶυθ τοῦ β ἔτους πρὸς τῆι γραμματείαι τῶν ἐν Διὸς πόλει πεζῶν ἀρχαίων ταλάντων ι τὴν ὑπάρχουσάν μοι οἰκίαν κεκαμαρωμένην καὶ τεθυρωμένην καὶ αὐλήν, ἐν ἧι καὶ φρέαρ ἐξ ὀπτῆς πλίνθου τῶν …δ ἐν τῶι ἀπὸ νότου μέρει τῆς πόλεως, γείτονες· νότου …βορρᾶ …Πετεχῶντος, ὧν ἀνὰ μέσον εἴσοδος κοινή, λιβὸς ψιλοὶ τόποι Ἕρμωνος, ὧν κρατοῦσι τέκνα, ἀπηλιώτου …ἐν τῆι κάτω τοπαρχίαι Περὶ Θήβας τὰς ἐπιβαλλούσας μοι ἀρούρας λ, γείτονες τῆς ὅλης γῆς νότου γῆ Ος… βορρᾶ …λιβὸς …ἀπηλιώτου …ἀπʼ ἄλλης γῆς ἠπείρου σιτοφόρου κοινῆς καὶ ἀδιαιρέτου ἐν τῆι αὐτῆι τοπαρχίαι ἀπὸ τοῦ ἐπιβάλλοντος τὴν …γείτονες· νότου …βορρᾶ …λιβὸς …ἀπηλιώτου ὄρος, πρὸς τὰ τάλαντα ι, ἐφʼ ὧι ἐὰν τι προσοφειλήσωσι ,ὅ τε Δημήτριος καὶ Ἀμμώνιος ἄλλον προσάξονται πρὸς τὴν διεγγύησιν καὶ εἶναι ἐμὰ καὶ μὴ ὑποκεῖσθαι πρὸς ἕτερα, ἄλλʼ εἶναι καθαρὰ ἀπὸ πάντων ἰδιωτικῶν καὶ βασιλικῶν ὀφειλημάτων …μηδʼ ἀποθυριδώσειν ἐπὶ βλάβηι τῆς ὑποθήκης μηδʼ ἄλλωι τρόπωι ἐξαλλοτριώσειν …ὁμοίως δὲ καί, ἐὰν μετασταθῆι, ἐπίμονα ἔστω, ἕως ἂν ἀπαρτίσῃ τοὺς …καὶ μηθὲν ἐκτίθηται ἐν αὐτῶι ὀφείλημα πρὸς τὸν σημαινόμενον ἄλλον. εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ τὰ ἐναντία. βασιλευούσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας ἔτους δευτέρου ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεῶν Φιλομητόρων καὶ καὶ θεᾶς Φιλομήτορος Σωτείρας ἀθλοφόρου Βερενίκης Ευεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων καὶ ἱερειῶν τῶν ὄντων καὶ οὐσῶν μηνὸς Φαῶφι εἰκοστῆι ἐνάτηι. ὅρκος ὃν ὤμοσεν καὶ ὑπεχειρογράφησεν Δημήτριος Πτολεμαίου …κεκληρουχημένων. …ὀμνύω βασίλισσαν Κλεοπάτραν θεὰν Φιλομήτορα Σώτειραν ἦ μὴν ὑποτεθεῖσθαι ἐν διεγγυήματι Δημητρίωι καὶ Ἀμμωνίωι γραμματεῦσι τῶν …ν ὑπὲρ Πτολεμαίου τοῦ καθεσταμένου ὑπʼ αὐτῶν ἀπὸ Θῶυθ τοῦ δευτέρου ἔτους πρὸς τῆι γραμματείαι τῶν ἐν Διὸς πόλει πεζῶν ἀρχαίων ταλάντων δέκα τὴν ὑπάρχουσάν μοι οἰκίαν κεκαμαρωμένην καὶ τεθυρωμένην ……εω…ητο… …ἐπίμονα ἔστω ἕως ἂν ἀπαρτίσηι τοὺς ……καὶ μηδὲν ἐκτίθηται ἐν αὐτῶι ὀφείλημα πρὸς τὸν σημαινόμενον ἄλλον ……ος τετανὸς στρογγυλοπρόσωπος …