Ancient Greek
UPZ 2 219
Documentary Papyri, Upz 2 219
Not analysed yet
ἔτους μ Χοίαχ κθ. Διονύσιος Ἡρακλείδει χαίρειν. Σενεμενώτφιος τῆς Ψενχώνσιος καὶ Τα… τῆς …δόντων ἡμῖν τὸ ὑποτεταγμένον ὑπόμνημα, διʼ οὗ ὑφίσταντο τοῦ ὑπάρχοντος αὐταῖς Ἀσκληπιείου ὡσεὶ πηχῶν θ ἀπὸ …οὗ κρατεῖν αὐτὰς μέχρι τοῦ νῦν, ἐγδοθείσης αὑταῖς τῆς ἐκ βασιλικοῦ διαγραφῆς τοῦ τε τόπου καὶ τῆς λειτουργίας καὶ προστασίας ὧν ὁμοίως αὐτὰς κρατῆσαι τάξεσθαι χαλκοῦ δραχμὰς Δ, καὶ πρὸς τοῦτο ἀνενεγκόντος Πχορχώνσιος τοῦ τοπογραμματέως διὰ τῆς προσκατακεχωρισμένης ἀναφορᾶς εἶναι τὸν τόπον τῶν σημαινομένων καθʼ ἃς παρατέθειται ἡ μία αὐτῶν …Αἰγυπτίας συγγραφὰς ἐνχωρίοις γράμμασι πηχῶν θ καὶ εἶναι τὴν ἀξίαν αὐτοῦ χαλκοῦ δραχμὰς Δ, ἐξεθήκαμεν εἰς πρᾶσιν σὺν τοῖς ἄλλοις τοῖς ἐπιδοθεῖσιν ἡμῖν ἐγγαίοις καὶ μετὰ τὰς ἱκανὰς ἡμέρας προκεκηρυγμένου ἐπὶ τοῦ δρόμου τοῦ μεγίστου θεοῦ Ἄμμωνος τῆι δ τοῦ Μεσορὴ ὑπὸ Ἑρμίου τοῦ παρʼ ἡμῶν καὶ Ποσειδωνίου τοῦ παρʼ Ἡλιοδώρου τοῦ βασιλικοῦ γραμματέως, συνπαρόντων Ἀμμωνίου ἐπιστάτου, Διοφάντου ἀρχιφυλακίτου, …καὶ τοῦ Ὀσοροήριος, Ἰμούθου κωμογραμματέως Διὸς πόλεως τῆς ἄνω τοπαρχίας καὶ ἄλλων πλειόνων διὰ κήρυκος ……οὐθενὸς δυναμένου πρὸς τῶι ἀγορασμῶι προσελθεῖν …γινομενα ……δραχμὰς Α δραχμὰς Α …κατακολουθήσας καὶ δεξάμενος ἐπὶ τῆς ἐν Διὸς πόλει τῆι Μεγάληι τραπέζης, συνυπογράφοντος Ἡλιοδώρου τοῦ βασιλικοῦ γραμματέως …τραπεζίτηι. ἔτους μ Χοίαχ κθ Ἡρακλείδει Σενεμενώτφιος τῆς Ψενχώνσιος δραχμὰς Α.