Ancient Greek
220.2.17 to 220.2.27
Documentary Papyri, Upz 2 220.2.17-27
Not analysed yet
ὄντων πάντων ἀρουρῶν κη 𐅵δ η, διʼ οὗ σημαίνει ἐκδοθείσης αὑτῶι τῆς ἐκ βασιλικοῦ διαγραφῆς τάξεσθαι χαλκοῦ δραχμὰς Δ, παρεπιγραφὲν δʼ ἡμῖν ἐπισκεψαμένους ἀνενεγκεῖν, παραθέντας καὶ τὴν ἀξίαν. ἐπισκοποῦντες εὑρίσκομεν διὰ τῶν φυλασσομένων ἡμῖν βιβλίων τὰς γᾶς ἀδεσπότους καὶ ἀναγραφομένας εἰς τοὺς προγεγραμμένους. δέον ἐστὶν συντιμηθῆναι ἀξίας δραχμῶν Ε. …ἔτους μ Μεχεὶρ ιϛ. δέξαι καθὼς πρόκειται χαλκοῦ τάλαντον ἓν δισχιλίας καὶ τὰ καθήκοντα τέλη διπλᾶ. …ἔτους μ Μεχεὶρ ιθ. Ποσειδώνιος ὁ παρʼ Ἡλιοδώρου. ἐὰν ὁ τοπογραμματεὺς ὑπογράψηι μηδὲν ἠγνοῆσθαι τά τε μέτρα καὶ τὰς γειτνίας ἐντάξηι, δέξαι τὸ τοῦ χαλκοῦ τάλαντον ἓν δραχμὰς δισχιλίας γίνεται τάλαντον α δραχμαὶ Β …τελέσει τὰ ὑποκείμενα ἐκφόρια ……ἔτους μ Μεχεὶρ ιθ.