Ancient Greek
221.1.23 to 221.2.28
Documentary Papyri, Upz 2 221.1.23-221.2.28
Not analysed yet
ἔρρωσο. ἔτους μ Μεχεὶρ ιθ. …ἀναφορὰν καὶ ἀνθʼ ὧν ἀνενήνοχεν ὁ κωμογραμματεὺς τῆς ἀξίας δραχμῶν Ε ἀξίας τάλαντον α Α. ἀναφέρομεν. ἔτους μ Μεχεὶρ ιϛ. παρὰ Πετενεφώτου κωμογραμματέως τοῦ Περὶ Θήβας. μετενέχθη ἡμῖν τὸ ἐπιδοθὲν ὑπόμνημα ὑφʼ Ἑρμίου τοῦ Ἀμμωνίου Διονυσίωι τῶι διαδεχομένωι τὰ κατὰ τὴν θηβαρχίαν περὶ δεκάτου μέρους γῆς ἀρουρῶν κ ἀνὰ ζ χοίνικος 𐅵γ ἀπὸ γῆς ἀδεσπότου τῆς ἀναγραφομένης εἰς Φῖβιν Ψεμμίνιος ἀπὸ βορρᾶ καὶ λιβὸς καὶ ἄλλης σφραγίδων β ἀρουρῶν η 𐅵δ η, μίαν μὲν δ δ ἀνὰ ε 𐅵χοίνικος 𐅷δ, ἄλλην δὲ δ 𐅵η ἀνὰ δ ϛ, ὁμοίως ἀδεσπότων τῶν ἀναγραφομένων εἰς Σεμμῖνιν Πετεπ…ιος, ὄντων πάντων ἀρουρῶν κη 𐅵δ η, διʼ οὗ σημαίνει ἐκδοθείσης αὑτῶι τῆς ἐκ βασιλικοῦ διαγραφῆς τάξεσθαι χαλκοῦ δραχμὰς Δ, παρεπιγραφὲν δʼ ἡμῖν ἐπισκεψαμένους ἀνενεγκεῖν, παραθέντας καὶ τὴν ἀξίαν. ἐπισκοποῦντες εὑρίσκομεν διὰ τῶν φυλασσομένων ἡμῖν βιβλίων τὰς γᾶς ἀδεσπότους καὶ ἀναγραφομένας εἰς τοῦς προγεγραμμένους. δέον ἐστὶν συντιμηθῆναι ἀξίας δραχμῶν Ε. ἔτους μ Μεχεὶρ ιϛ. …δέξαι καθὼς πρόκειται χαλκοῦ τάλαντον ἓν δισχιλίας καὶ τὰ καθήκοντα διπλᾶ. ἔτους μ Μεχεὶρ ιθ. Ποσειδώνιος ὁ παρʼ Ἡλιοδώρου τοῦ βασιλικοῦ γραμματέως. ἐὰν ὁ τοπογραμματεὺς ὑπογράψηι ταῦθʼ οὕτως ἔχειν καὶ μηθὲν ἠγνοῆσθαι τά τε μέτρα καὶ τὰς γειτνίας ἐντάξηι, δέξαι τὸ τοῦ χαλκοῦ τάλαντον ἓν δισχιλίας γίνεται τάλαντον α Β καὶ τὰ καθήκοντα τέλη διπλᾶ. ἔτους μ Μεχεὶρ ιθ. Πχορχῶνσις. δέξαι παρὰ τῶν σημαινομένων τὸ τοῦ χαλκοῦ πρὸς ἀργύριον τάλαντον α Β γίνεται τάλαντον α Β. εἶναι δὲ τὰς γειτνίας νότου …εἰς Πετοσῖριν Ἰμούθου, βορρᾶ Ἀσκληπιάδου τοῦ Πτολεμαίου, ἀπηλιώτου Πετεαροήριος τοῦ Πετεύριος καὶ τῶν ἀδελφῶν καὶ ἡ λοιπὴ γῆ …φ κληρ ,λιβὸς Χ…ω…αρ… καὶ οὐδὲν ἠγνόηται. ἔτους μ Μεχεὶρ κα.