Ancient Greek
ZPE 160 (2007), p. 189 no. 620
Documentary Papyri, Zpe 160 189
Not analysed yet
Διονύσιος Διονυσίου σιτολόγοις Ἄνω τοπαρχίας Σκὼ τόπων χαίρειν. διαστείλατε ἀφʼ οὗ ἔχετέ μου ἐν θέματι πυροῦ γενήματος δεκάτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἐπιμάχῳ Ἐπιμάχου τῶν γεγυμνασιαρχηκότων διὰ Δημητρίου τοῦ καὶ Θέωνος φίλου πυροῦ ἀρτάβας δώδεκα ἥμισυ τέταρτον. ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Θὼθ ι. Δημήτριος ὁ καὶ Θέων ἐπήνεγκε καὶ ἔστιν αὐτοῦ τὰ προγεγραμμένα.