Ancient Greek
ZPE 160 (2007), p. 192-193 no. 629
Documentary Papyri, Zpe 160 192
Not analysed yet
Ἰδομενεύς Ἀτρέως σιτολόγοις ἄνω τοπαρχίας Μονίμου τόπων χαίρειν. διαστείλατε ἀφ’ οὗ ἔχετέ μου ἐν θέματι πυροῦ γενήματος τοῦ διελθόντος κβ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Διονυσίῳ Θώνιος δι’ ἐμοῦ, Γεμέλλου, Σενύρεως, ἀρτάβας ἓξ ἥμισυ χοίνικας τρεῖς, τῷ αὐτῷ …δι’ ἐμοῦ …ἀρτάβας τρεῖς ἥμισυ τέταρτον, τῷ αὐτῷ …Μερμέρθων, ἀρτάβην μίαν χοίνικας ἑπτά, γίνονται ἐπὶ τὸ αὐτὸ ἀρτάβαι ια ἥμισυ …. ἔτους κγ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου …