Ancient Greek
ZPE 160 (2007), p. 195-196 no. 632
Documentary Papyri, Zpe 160 195
Not analysed yet
Χαιρήμων Χαιρήμονος ἀπ’ Ὀξυρύγχων πόλεως σιτολόγοις μέσης τοπαρχίας Σεντὼ τόπων χαίρειν. διαστείλατε ἀφ’ ὧν ἔχετέ μου ἐν θέματι πυροῦ γενήματος τοῦ διελθόντος κγ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἀπολλωνίᾳ Ἑρμίου ἀστῇ …ἀρτάβας δύο γίνονται ἀρτάβαι β. ἔτους τρίτου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι ιε .