Ancient Greek
ZPE 172 (2010), p. 175-177 no. 1
Documentary Papyri, Zpe 172 175_1
Not analysed yet
ἐμίσθωσεν Διονύσιος υἱὸς …νος ἐξηγητεύσαντος τῆς Ὀξυρυγχιτῶν πόλεως …ἀπελευθέρῳ Πολυδεύκους ἀπὸ τῆς αὐτῆς πόλεως εἰς ἔτη …ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς Θωθ τοῦ ἐνεστῶτος …καὶ εἰκοστοῦ ἔτους τὴν ὑπάρχουσαν αὐτῷ καὶ πρ… τῳ Μαρκιανῷ ε… πρότερον Ἰσχυρίωνος ἐπ’ ἀμφόδου Δρόμου Θοήριδος ἐν ῥύμῃ τυφλῇ ὁλόκληρον οἰκίαν ὑφ’ ἣν κατάγαιον καὶ τὰ ταύτης χρηστήρια πάντα, ἐνοικίου κατ’ ἔτος δραχμῶν ἑκατὸν ὀγδοήκοντα, ἅσπερ βεβαιουμένης τῆς μισθώσεως ἀποδότω ὁ μεμισθωμένος τῷ μεμισθωκότι κατ’ ἔτος ἐν προθεσμίαις τρισὶ διὰ μηνῶν τεσσάρων τὰς αἱρούσας δραχμὰς ἑξήκοντα ἀνυπερθέτως καὶ χράσθω σὺν τοῖς παρ’ αὐτοῦ τῇ μισθουμένῃ οἰκίᾳ …