Ancient Greek
ZPE 172 (2010), p. 183-185
Documentary Papyri, Zpe 172 183
Not analysed yet
…τοὺς ἐπικειμένους …εστιος φόρου τοῦ παντὸς ἀργυρίου δραχμῶν ἑβδομήκοντα καὶ ἐξαιρέτων φοίνικος συρίου ἐκλέκτου ἀρταβῶν τριῶν καὶ χλωροῦ φοίνικος καλαθίων χοινικίων ἑκατόν, πάντα μέτρῳ ἑξαχοινίκῳ ἑρμηνέως Βακχιάδος, ἐφ’ ᾧ ἕξω εἰς ἀναξήρανσιν τοῦ φοίνικος ψυγμὸν ἐν τῷ ενος κτημα… ἐποικίῳ καὶ ταμιεῖον εἰς ἀπόθεσιν ἄνευ ἐνοικίου. τὸν δὲ προγεγραμμέ́νον φόρον ἀποδώσω ἐν τῷ τετάρτῳ καὶ τεσσαρακοστῷ ἔτει Καίσαρος ἐν ἀναφοραῖς τέσσαρσι, Ἁθὺρ ἀργυρίου δραχμὰς διακοσίας, Χοίακ ἄλλας ἀργυρίου δραχμὰς διακοσίας, Τῦβι ἄλλας ἀργυρίου δραχμὰς ἑκατὸν, Μεχεὶρ τὰς λοιπὰς ἀργυρίου δραχμὰς διακοσίας τοῦ κωμογραμματέως ἀποφερομένου τὸν καρπὸν …διαπαυηθισθα …αιχικ…