Ancient Greek
ZPE 173 (2010), p. 175-189
Documentary Papyri, Zpe 173 183
Not analysed yet
ἔτους η Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Πρόβου Γοθικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ …ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει ἐπὶ Αὐρηλίου Ἀγαθείνου τοῦ καὶ Ὡριγένους ἀσχολουμένου ὠνὴν ἀγορανομείου καὶ μνημονείου. ἐπρίατο Αὐρηλία Ἀϊᾶς μετὰ κυρίου …ι…ς τοῦ καὶ Ἰσχυρίωνος καψαρίου λεγειῶνος δευτέρας Τραϊανῆς Προβιανῆς Ἰσχυρᾶς παρὰ Αὐρηλίου Μαξίμου …ἐν Πηλουσίῳ ἀποσυσταθέντος ὑπὸ Αὐρηλίου Κατταβου Διοκλέους ἀπὸ κώμης Σιαν …ἀκολούθως τῷ ἀποσυστατικῷ περὶ τοῦ ἀποδόσθαι τὴν ἑξῆς δούλην κεχρονισμένῳ εἰς τὸ ἐνεστὸς η ἔτος μηνὶ Θωθ …υμεν… οὗ ἀντίγραφον ἑξῆς ὑποτέτακται, μετὰ συμβεβαιωτοῦ Αὐρηλίου Δημητρίου …ρ…ο… μητρὸς …ἀπὸ τῆς Ὀξυρυγχειτῶν πόλεως, ἐν ἀγυιᾷ τὴν ὑπάρχουσαν τῷ Κατταβῳ ὠνηθεῖσαν ὑπ’ αὐτοῦ ἐν Τάνει ἀρχαίᾳ καὶ σεμνοτάτῃ …μενων τ… παρὰ Αὐρηλίου Ζήνωνος Αβ…ναδ… ἀπὸ κώμης Βαρραθσοβε ὁρίου Ἐλευθεροπόλεως …ς αὐτῆς δούλην ὀνόματι Ζονεναν ἐπικεκλημένην Ζωὴν γένει Σύραν ὡς ἐτῶν ιβ με…ν ἥνπερ ἀνακριθεῖσαν ὑπὸ τοῦ τοῦ Ὀξυρυγχίτου νομοῦ στρατηγοῦ Σεπτιμίου Ἀπολλωνίου τοῦ καὶ Λεωνίδου καθ’ ἃ ἐπέδωκεν αὐτῷ ἡ ὠνουμένη βιβλία, ὧν τὸ ἐπὶ ὑπογραφῇ τοῦ στρατηγοῦ μοναχὸν Ἀϊᾶς ἔσχε παρ’ ἑαυτῇ πρὸς ἀσφάλειαν, αὐτόθι παρείληφεν ἡ Ἀϊᾶς παρὰ τοῦ Μαξίμου τὴν δούλην Ζονεναν ἐπικεκλημένην Ζωὴν οὖσαν ἐκτὸς ἱερᾶς νόσου καὶ ἐπαφῆς διπλῷ χρήματι ἀκολούθως οἷς ἀνέδωκεν αὐτῇ ἀσφαλείοις, τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους τῆς προκειμένης δούλης Ζωῆς ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμῶν μυριάδων τριῶν καὶ τρισχιλίων, αἵ εἰσιν ἀργυρίου τάλαντα πέντε καὶ δραχμαὶ τρισχίλιαι, ἃ αὐτόθι ἀπέσχεν ὁ Μάξιμος παρὰ τῆς ὠνουμένης ἐκ πλήρους, ἅπερ ἀποκαταστήσει τῇ ἰδίᾳ αὐτοῦ πίστει τῷ προτεταγμένῳ Κατταβῳ …αὐτο…ω…η…εν…ω… …βεβαι… …η…τε…ξ Ζονενα ……ἔστι δὲ τοῦ ἀποσυστατικοῦ ἀντίγραφον· Αὐρήλιος Κατταβος Διοκλέους ……χαίρειν. ἀποσυνέστησα σε καὶ ἐπέτρεψα ……τὴν ὠνηθεῖσαν ὑπ’ ἐμοῦ δούλην Ζονεναν εἰ καί τινι ἄλλῳ ὀνόματι καλεῖται ……νομίσματος ἅ μοι ἀποκαταστήσεις καλῇ πίστει βεβαιοῦντός μου ἀπὸ ……ς τῆς δούλης …αλια…πασ…αντο ἐπιτροπικοῦ ……ον καὶ ἐπερωτηθεὶς ὡμολόγησα …υσαωσε…ι. ἔτους η ……Αὐρήλιος Κατταβος ὡς ἐτῶν λ… ἀπεσύστησα ὡς πρόκειται. Αὐρήλιος Κατταβος ……ιρ…ρου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. Αὐρήλιος Μάξιμος ἀποσυσταθεὶς ὑπὸ Αὐρηλίου Κατταβου πέπρακα τὴν προκειμένην δούλην Ζωνεναν ἐπικεκλημένην Ζωὴν τῆς συμπεφωνημένης τιμῆς ἀργυρίου ταλάντων πέντε καὶ δραχμῶν τρισχιλίων ἅπερ αὐτόθι ἀπέσχον τῇ ἰδίᾳ μου πίστει καὶ βεβαιώσει ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος …αρ…ων ἔγραψα ὑπὲρ αὐτοῦ φαμένου μὴ εἰδέναι γράμματα. Αὐρηλία Ἀϊᾶς ἐπριάμην τὴν δούλην Ζουνεναν ἐπικεκλημένην Ζωὴν ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ……Θωθ ι…