Ancient Greek
ZPE 177 (2011), p. 169-200
Documentary Papyri, Zpe 177 172
Not analysed yet
Ἀπολλωνίωι χαίρειν Ζωίλος Ἀσπένδιος τ…, ὃς καὶ διασυνεστάθη σοι ὑπὸ τῶν τοῦ βασιλέως φίλων. ἐμοὶ συμβέβηκεν θεραπεύοντι τὸν θεὸν Σάραπιν περὶ τῆς σῆς ὑγιείας καὶ εὐημερίας τῆς πρὸς τὸμ βασιλέα Πτολεμαῖον τὸν Σάραπίμ μοι χρηματίζειν πλεονάκις ἐν τοῖς ὕπνοις, ὅπως ἂν διαπλεύσω πρὸς σὲ καὶ ἐμφανίσω σοι τόνδε τὸν χρηματισμόν, ὅτι δεῖ συντελεσθῆναι αὐτῶι …ναόν τε καὶ τέμενος ἐν τῆι Ἑλληνικῆι πρὸς τῶι λιμένι καὶ ἱερέα ἐπιστατεῖν καὶ ἐπιβωμίζειν ὑπὲρ ὑμῶν. ἐμοῦ δὲ παραιτησαμένου τὸν θεὸν Σάραπιν ὅπως ἄμ με παραλύσηι τοῦ ἐνταῦθα ἔργου, εἰς ἀρρωστίαν με περιέβαλεν μεγάλην ὥστε καὶ κινδυνεῦσαί με· προσευξάμενος δὲ αὐτῶι, ἐάμ με ὑγιάσηι, διότι ὑπομενῶ τὴν ληιτουργίαν καὶ ποιήσειν τὸ ὑφʼ αὑτοῦ προστασσόμενον, ἐπεὶ δὲ τάχιστα ὑγιάσθην, παρεγένετό τις ἐκ Κνίδου ὃς ἐνεχείρησεν οἰκοδομεῖν Σαραπιεῖον ἐν τῶι τόπωι τούτωι καὶ προσαγηγόχει λίθους· ὕστερον δὲ ἀπεῖπεν αὐτῶι ὁ θεὸς μὴ οἰκοδομεῖν, κἀκεῖνος ἀπηλλάγη. ἐμοῦ δὲ παραγενομένου εἰς Ἀλεξάνδρειαν καὶ ὀκνοῦντός σοι περὶ τούτων ἐντυχεῖν, ἀλλὰ περὶ πραγματείας ἧς καὶ ὡμολογήκεις μοι, πάλιν ὑπετροπάσθην μῆνας τέσσερας· διὸ οὐκ ἠδυνάμην εὐθέως παραγενέσθαι πρὸς σέ. καλῶς οὖν ἔχει, Ἀπολλώνιε, ἐπακολουθῆσαί σε τοῖς ὑπὸ τοῦ θεοῦ προστάγμασιν, ὅπως ἂν εὐίλατός σοι ὑπάρχων ὁ Σάραπις πολλῶι σε μείζω παρὰ τῶι βασιλεῖ καὶ ἐνδοξότερον μετὰ τῆς τοῦ σώματος ὑγιείας ποιήσηι. σὺ οὖν μὴ καταπλαγῆις τὸ ἀνήλωμα ὡς ἀπὸ μεγάλης σοι δαπάνης ἐσόμενον, ἀλλʼ ἔσται σοι ἀπὸ πάνυ λυσιτελοῦντος· συνεπιστατήσω γὰρ ἐγὼ πᾶσι τούτοις. εὐτύχει. Ζωίλου περὶ Σαράπιος Ἀπολλωνίωι. ἔτους κη, Αὐδναίου θ, ἐν τῶι Βερενίκης Ὅρμωι.