Ancient Greek
ZPE 168 (2009), p. 196-198
Documentary Papyri, Zpe 178 237
Not analysed yet
Διονύσιος τοῖς ἐν οἴκωι χαίρειν. ἕως τούτου ἔρρωμαι καὶ ὁ ὑός. ὑμεῖς δὲ μαλακίαι μηθὲν ἐνδῶτε, ἀλλὰ ἀπόστειλόν τινα καὶ ἔντειλαι Μαρακάτῃ· τὸ μονόξυλον ἄμμου ἐνέπλησα. ἐξεράσας μετέωρον αὐτὸ ἀνασπασάτω, ὡς πλὴν ἐκείνου ἐλπὶς οὐδεμία ἐστίν. καὶ κριθῶν εἰσιν παρὰ Ποσσικράτηι μέδιμνοι ἐννέα. ἔρρωται δὲ καὶ Ποσσικράτης. κόμισαι δὲ καὶ παρὰ τῶν Θοαψων ἡμιστάτηρον ἀποδοῦσα τὸ εἱμάτιον.