Ancient Greek
ZPE 183 (2012), p. 219-221
Documentary Papyri, Zpe 183 219
Not analysed yet
Ἀμμώνιος Ἑρμαίσκωι τῶι τιμιωτάτωι πολλὰ χαίρειν. ἐκομισάμην σου ὄστρακον ἐν ᾧ μοι δηλοῖς μὴ πολὺ ἀνθράκων ἀνηλῶσαι εἰς τὸ στομωτήριον σοῦ παρόντος ἐχθὲς καὶ Ἀπολλιναρίου τοῦ ἑκατοντάρχου οὔτε ἔτι τὴν σήμερον στομῶσαι. ἐ… θησον οὖν ἕτερα σιδήρια σήμερον ἥτις ἐστίν δ. αὔριον δὲ καταβήσομαι μήπω πάντων τῶν σιδηρίων ἐστομωμένων. γράφεις δέ μοι λαβεῖν ἀπὸ Λάμπωνος σίτου ἀρτάβην καὶ πέμψαι σοι. πέμψον σάκκον ποῦ μίαν καὶ σὺν ἐμοὶ κατενεχθήσεται καὶ περὶ οὗ ἄλλου βούλῃ ἀντίγραψον. ἔρρωσθαι.