Ancient Greek
ZPE 194 (2015), p. 197-200 no. 2
Documentary Papyri, Zpe 194 197_2
Not analysed yet
ἔτους πρώτου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Δύστρου Τῦβι κθ ἐν Κερκεσούχοις τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἀκᾶς Ἡρακλείδου ὡς ἐτῶν κη οὐλὴ ἀστραγάλῳ …ἀπὸ ἀμφόδου Πλατείας Ἥρωνι Ἑρμᾶ ὡς ἐτῶν νε οὐλὴ μετώπωι ἐκ δεξιῶν πεπρακέναι αὐτῷ ὄνον ἄρρενα τέλειον λ… ἀναπόρριφον. ἀπέχει τιμὴν ἀργυρίου δραχμὰς ἕκατον ἑβδομήκοντα ἕξ. βεβαιοῖ. ὑπογραφεὺς τοῦ ἠγορακότος …λ …λ τοῦ δ’ ἄλλου εἰδότος γράμματα. …