Ancient Greek
ZPE 195 (2015), p. 166-170
Documentary Papyri, Zpe 195 168
Not analysed yet
ὑπατείας Φλαουίων Βάσσου καὶ Φιλίππου τῶν λαμπροτάτων Ἁθὺρ γ Αὐρήλιος Πόσις Ἀφυγχίου ἀπὸ ἐποικίου Φάκρα τοῦ Ὀξυρυγχίτου νομοῦ Αὐρηλίῳ Ἀρίωνι Παγᾶτος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ μεμετρῆσθαι παρά σου ἐν χρήσει διὰ χειρὸς ἐξ οἴκου σου σίτου ἀρτάβας τρεῖς γίνονται σίτου ἀρτάβαι γ κεφαλαίου ἅσπερ ἀκινδύνους ἀπὸ παντὸς κινδύνου ἐπάναγκες ἀποδώσω σοι τῷ Ἐπεὶφ μηνὶ τοῦ ἐνεστῶτος ἔτους πε νδ ἀρχῇ τῆς ὀγδόης ἰνδικτίονος ἀνυπερθέτως, γιγνομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα . Αὐρήλιος Πόσις Ἀφυγχίου ὁ προκείμενος ἔσχηκα ἐν χρήσει τὰς τοῦ σίτου ἀρτάβας τρεῖς κεφαλαίου καὶ ἀποδώσω ὡς πρόκειται …ς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. δι’ ἐμοῦ …ς