Ancient Greek
ZPE 197 (2016), p. 205-207 no. 1
Documentary Papyri, Zpe 197 205_1
Not analysed yet
…δραχμ- …κεφαλαίου ἀργυρίου δραχμὰς τριακοσίας καὶ λοιπὸν τιμῆς πυροῦ νέου καθαροῦ ἀδόλου μέτρῳ δρόμῳ τετραχοινίκῳ ἀρταβῶν δεκαπέντε, ἀργυρίου δραχμὰς ἑκατόν, γίνονται δραχμαὶ υ, ὧν ἀμφοτέρων τὴν ἀπόδοσιν ποιήσονται μηνὶ Παυνι τοῦ ἐνεστῶτος ἔτους, τὸν δὲ πυρὸν ἐν τῇ προκειμένῃ κώμῃ. Πετεῶρις Μύσθου καὶ Πετεῶρις Πετεώριος καὶ Ὀρσενοῦφις Πετεώριος οἱ δ ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν, μετ’ ἐγγύου εἰς ἔκτισιν Ἱερανώφεως Πετεήσεως Πατέως, ἱερεῖς θεοῦ κώμης Βακχιάδος ἔσχομεν παρὰ …ουα…α…ου…ου Τούρβωνος τὰς τ… ἀργυρίου δραχμὰς τριακοσίας καὶ λοιπὸν τιμῆς πυροῦ νέου καθαροῦ ἀδόλου ἀρταβῶν δεκαπέντε, ἀργυρίου δραχμῶν ἑκατόν, ὧν ἀμφοτέρων τὴν ἀπόδοσιν ποιησόμεθα μηνὶ Παυνι τοῦ ἐνεστῶτος ἔτους, τὸν δὲ πυρὸν ἐν τῇ προκειμένῃ κώμῃ …Ἡρακλείδης …ως ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.