Ancient Greek
ZPE 200 (2016), p. 313-320
Documentary Papyri, Zpe 200 317
Not analysed yet
……ν χαλκ …ὑπὲρ ὧν κατενέτυχόν σοι τὰ παιδία αὐτοῦ καὶ συνεσχέθη ὑπὸ σοῦ, ἐγδεδομένης δέ μου ἐπὶ σοῦ ἐφ’ ὧι λαβοῦσα δαπανήσω τοὺς χαλκοὺς εἰς τὴν ταφήν, ἐπεὶ οὖν κομισαμένη δεδαπάνηκα τοὺς χαλκοὺς εἰς φάρμακα καὶ ὀθόνια καὶ ὅσα ἄλλα καθῆκεν εἰς τὰς Αἰγυπτίας ταφὰς ὥστε ἐν ἑτοίμωι εἶναι τὰ πρὸς τὴν ταφήν, νυνὶ δὲ συνέσχημαι ὑπὸ Λεοντίσκου. ἀξιῶ οὖν σὲ ἐπισκέψασθαι περὶ τούτων καὶ, ἐὰν ἦι οἷα γράφω, σεαυτὸν διαλαβόντα ὑπὲρ τοῦ πράγματος συντάξαι διέσθαι με ὅπως γίνωμαι πρὸς τῆι ταφῆι. τούτου γὰρ γενομένου ἔσομαι τετευχυῖα τῆς παρὰ σοῦ φιλανθρωπίας. εὐτύχει.