Ancient Greek
ZPE 201 (2017), p. 217-218
Documentary Papyri, Zpe 201 217
Not analysed yet
Ἱεροκλῆς Ζήνωνι χαίρειν. …ης ὁ τὴν ἐπιστολήν σοι ἀποδιδοὺς τυγχάνει ὢν τῆς Ἀπολλοδότου γυναικὸς οἰκεῖος. ἠγνοηκότες δὲ οἱ παρὰ Τληπολέμου κτήματα αὐτοῦ ἀνενηνόχασι εἰς τὸ βασιλικὸν καὶ προσεισπράσσεται ἐτῶν …δραχμὰς …καλῶς οὖν ποιήσεις σπουδάσας ὅπως ἂν ἐπίσχεσιν συγχωρήσωσιν αὐτῶι ἕως τῶν νέων. καὶ Ἀπολλόδοτος σπουδάζει, ὥστε πέπεισμαι ὅτι δύνηι οἰκονομήσασθαι. ἔρρωσο. ἔτους λε, Τῦβι κα. Ἱεροκλῆς. Ζήνωνι.