Ancient Greek
145.1 to 145.24
Documentary Papyri, Zpe 207 145.1-24
Not analysed yet
ἔτους …Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου …δ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος, ἀγαθῇ τύχῃ. τάδε διέθετο νοῶν καὶ φρονῶν Πλουτίων Ἰσχυρίωνος τοῦ Πετεσίριος μητρὸς Ἡρᾶτος Διδᾶτος ἀπʼ Ὀξυρύγχων πόλεως ἐν αγυιᾷ. ἐφʼ ὃν μὲν περίειμι χρόνον ἔχειν με τὴν τῶν ἰδίων ἐξουσίαν πᾶν ὃ ἐὰν βούλωμαι ἐπιτελεῖν ἀνεμποδίστως ὃ δʼ ἂν ἐπιτελέσω κύριον ὑπάρχειν ……ἐὰν δὲ ἐπὶ ταύτῃ τελευτήσω καταλείπω τοῖς υἱοῖς μου Ἰσχυρᾶτι τῷ καὶ Ἀχιλλᾷ ἐνήλικι καὶ Ἡρᾶτι πρεσβυτέρῳ ἐνήλικι …καὶ τῷ ἀφήλικι Πλουτίωνι τοῖς τρισὶ μητρὸς Σαραποῦτος Πετρωνίου ἑκαστῷ ἐὰν ζῇ, εἰ δὲ μή, τῇ τούτου γενεᾷ, κοινῶς ἐξ ἴσου ……μέρη οἰκίας ἐν οἷς αἴθριον καὶ αὐλὴ καὶ ἕτερα χρηστήρια καὶ ἃ ἐὰν ἄλλα ἀπολείπω καθʼ ὁνδηποτοῦν τρόπον, παρὲξ ……ς ξυλίνης μεγάλης καὶ κλίνης ἀκανθίνης σὺν χαλαδρίῳ καὶ ἱστοῦ γερδιακοῦ πενταπήχους …καὶ δίφρου τετραπόδου καὶ κουρικοῦ ξυλίνου ἃ ἔσται καὶ ἔκτακτον τοῦ προγεγραμμένου ἀφήλικος Πλουτίωνος …Ἰσχυρᾶς ὁ καὶ Ἀχιλλᾶς καὶ Ἡρᾶς καὶ Πλουτίων τῇ ἐμοῦ μὲν γυναικί, αὐτῶν δὲ μητρὶ Σαραποῦτι Πετρωνίου ……ἡλικίας γένηται ἃς διατάσσω αὐτῇ δραχμὰς ἑξήκοντα ἕξ. εἰ δὲ ἡ τῶν αὐτῶν υἱῶν τροφίμη ……ἀπὸ Παείμεως ἐφʼ ὅσον ζῇ ἐνοίκησιν ἄνευ ἐνοικίου οὗ οἰκῶ οἴκου ὄντος ἐν τοῖς α… …ος καὶ μηδενὶ ἄλλῳ ἐξέστω παραβαίνειν μηδὲν τῶν προγεγραμμένων, τὸν δὲ παραβησόμενον ἀποτίνειν ……καθʼ ἑκάστην ἔφοδον τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς τριακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηθὲν ἧσσον κύρια μένειν τὰ προκείμενα. ἄλλῳ γὰρ οὐδενὶ οὐδὲ ἓν ἐκ τῶν ἐμῶν καταλείπω. ἡ διαθήκη κυρία. Πλουτίων Ἰσχυρίωνος πεποίημαι τὴν διαθήκην καὶ καταλείπω μετὰ τὴν τελευτήν μου τοῖς υἱοῖς μου Ἰσχυρᾶτι τῷ καὶ Ἀχιλλᾷ καὶ Ἡρᾶτι καὶ Πλουτίωνι ἐξ ἴσου τὰ ἐμαυτοῦ πάντα, παρὲξ τῶν προκειμένων …κλίνης ἀκαν θίνης σὺν χαλαδρίῳ καὶ ἱστοῦ καὶ δίφρου ἃ ἔσται Πλουτίωνος ……οἱ τρεῖς υἱοὶ ὅταν ὁ Πλουτίων τελειωθῇ …δραχμὰς ἑξήκοντα ἕξ. εἰ δὲ ἡ τῶν υἱῶν τροφὸς Ἡρακλ… …ἐνοίκησιν ὡς πρόκειται. εἰμὶ ἐτῶν ξα, οὐλὴ καρπῷ ἀριστερῷ καί ἐστίν μου ἡ σφραγὶς …δος. Διογένης Νέωνος τοῦ Διογένους ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Πλουτίωνος διαθήκῇ καί εἰμι ἐτῶν τριάκοντα ὀκτὼ οὐλὴ ποδὶ δεξιῶι καί ἐστίν μου ἡ σφραγὶς Ε… …ιος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυτῶ τῇ τοῦ Πλουτίωνος διαθήκῃ καί εἰμι ἐτῶν πεντήκοντα δύο, οὐλὴ μετώπῳ μέσῳ καὶ ἐστίν μου ἡ σφραγὶς …