Ancient Greek
ZPE 208 (2018), p. 181-184 no. 4
Documentary Papyri, Zpe 208 182_4
Not analysed yet
συμφώνησις κώμης Σοκνοπαίου Νήσου. Ἀκᾶς …ισ…ος καὶ Ἀβοῦς Αἰωνέως τῶν β πρεσβυτέρων καὶ Στοτοήτης Ἑριέως καὶ Σινᾶς Παουειτῆτος τῶν β εὐσχημόνων καὶ Παβοῦς Παβοῦτος προεστώτων λῃστοπιαστῶν τῆς αὐτῆς κώμης ὁμοίως Πάεμεις Κάνειτος καὶ Πετεσοῦχος …. ὁμολογοῦμεν ἔχειν παρὰ τῶν πρεσβυτέρων καὶ τῶν εὐσχημόνων τῆς αὐτῆς κώμης λαχάνου ἀρτάβας ἕξ, γίνονται ἀρτάβαι ϛ, καὶ ἀποδώσω ἐν μηνὶ Παυνι τοῦ ἐνεστῶτος κδ ἔτους. ἔτους κδ, Θωθ κε.