Ancient Greek
ZPE 212 (2019), p. 194-198
Documentary Papyri, Zpe 212 197
Not analysed yet
τοῖς κυρίοις ἀδελφοῖς Αἰῶνι, Κορνηλίῳ καὶ Σαραπάμμωνι γραμματεῦσιν καὶ τοῖς κωμάρχοις Ἀπφοῦς χαίρειν. πολλάκις γὰρ τιμῶ ὑμᾶς καὶ οἴδατε τὰ χαρίσματα ἃ πεποίηκα ὑμῖν. εἷς λεγόμενος Φαῆσις ἐργάτης ἐμοῦ ἐστιν συμπληροῦσθαι τὸ λειτούργημα αὐτοῦ. ὑπὸ τῷ εἰρηνάρχῳ ἐμοῦ ἐργάζετε. καὶ ἀξιῶ ὑμᾶς τοῦτο χαρίζεσθαι ἐμοὶ. ἐὰν δὲ μὴ βούλησθε τοῦτο χάριν ἐμοῦ, ποιήσω ὑμᾶς ζημιοῦσθαι δέκα ἀντὶ τούτου. ἐρρῶσθαι εὔχομαι.