Ancient Greek
ZPE 213 (2020), p. 186-190
Documentary Papyri, Zpe 213 188
Not analysed yet
Πανάρης Ἡρακλᾷ τῶι υἱῷ χαίρειν. ἀσπαζόμεθά σε μεγάλως ἐγὼ καὶ ἡ μήτηρ σου καὶ ἡ ἀδελφή σου καὶ τὸ παιδίον σου καὶ ἡ μικρὰ Ταψάις. ἀπῆλθα πρὸς Μνησίθεον καὶ ἔσχον δραχμὰς τ ὧν ἔδωκα ὑπὲρ ἀνκαλῶν δραχμὰς σ ∆ιονυσίῳ, δημοσίοις ὀνηλάταις ὑπὲρ σοῦ εἰς τὰς δύο συνόδους δραχμὰς ιβ. ἐρρῶσθαι σ’ εὐχόμεθα. πειράθητι ἐρχόμενος ἀγοράσαι φακοῦ ὡσεὶ ἀρτ… ἐὰν εὑρήσῃ α… ἀπὸ Πανάρους Ἡρακλᾷ υἱῶι.