Ancient Greek
232.1 to 232.21
Documentary Papyri, Zpe 214 232.1-21
Not analysed yet
ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, μηνὸς Νέου Σεβαστοῦ ια, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαΐδος, ἀγαθῇ τύχῃ. τάδε διέθετο νοοῦσα καὶ φρονοῦσα Ἅυγχις Ἰσᾶτος τοῦ Θοτέως μητρὸς Τρυφᾶτος τῆς καὶ Κου… μετὰ κυρίου τοῦ ἀνεψιοῦ …τοῦ Θοτέως μητρὸς …ἀμφότεροι τῶν ἀπ’ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ. ἐφ’ ὃν μὲν περίειμι χρόνον ἔχειν με τὴν κατὰ τῶν ἰδίων ἐξουσίαν ὃ ἐὰν βούλωμαι ἐπιτελεῖν καὶ μεταδιατίθεσθαι καὶ ἀκυροῦν τὴν διαθήκην ταύτην, ὃ δʼ ἂν ἐπιτελέσω κύριον ὑπάρχειν. ἐὰν δὲ ἐπὶ ταύτῃ τελευτήσω τῇ διαθήκῃ, κληρονόμον ἀπολείπω τὸν ἄνδρα μου Ἀβάσκαντον ἀπελεύθερον Ἀσκληπιάδου …τῆς ὑπαρχούσης μοι ἐν Ὀξυρύγχων πόλει ἐπ’ ἀμφόδου Τεμγενούθεως οἰκίας καὶ τῶν ταύτης χρηστηρίων καὶ ὧν ἄλλων ἐὰν ἀπολίπω …ἐπὶ τῷ τὸν αὐτὸν Ἀβάσκαντον δοῦναι ἀργυρίου δραχμὰς …Τυχαροῦτι δούλῃ Διογένους Ἡρακλείδου τοῦ Μιγκίωνος ἀπὸ τῆς αὐτῆς πόλεως, ἐὰν ζῇ, ἥτις καὶ ἕξει ἐπὶ τὸν τῆς ζωῆς αὐτῆς χρόνον τὴν χρῆσιν καὶ ἐνοίκησιν …τῆς δευτέρας στέγης ὄντος ἐπὶ τοῦ πεσσοῦ τῆς προκειμένης οἰκίας, οὐκ ἔχουσα ἐξουσίαν οὐδένα ἄλλον ἐπεισάγειν …ἐὰν δὲ συμβῇ ἐν ἐνιαυτῷ ἑνὶ ἀφ’ οὗ ἐὰν τελευτήσω τὴν Τυχαροῦν ἐλευθέραν γενέσθαι, δώσει αὐτῇ ὁ Ἀβάσκαντος ἐν τῷ αὐτῷ ἐνιαυτῷ ἄλλας ἃς διατάσσω αὐτῇ ἀργυρίου δραχμὰς πεντακοσίας …ἐὰν δὲ συμβῇ περιούσης μου ἢ μετὰ τὸν ὡρισθέντα ἐνιαυτὸν τὴν αὐτὴν Τυχαροῦν ἐλευθέραν γενέσθαι ἢ μὴ ἄλλως ἐλευθερωθῆναι …καὶ μὴ ἐξεῖναι μηδενὶ ἄλλῳ παρεγχειρεῖν τοῖς ὑπ’ ἐμοῦ διατεταγμένοις ἢ τὸν παραβάντα ἀποτίνειν τῷ κληρονόμῳ …κυρία ἡ διαθήκη. Ἅυγχις Ἰσᾶτος τοῦ Θοτέως πεποίημαι τὴν διαθήκην καὶ καταλείπω μετὰ τὴν τελευτὴν κληρονόμον τὸν ἄνδρα μου Ἀβάσκαντον ἀπελεύθερον Ἀσκληπιάδου ἧς ἔχω ἐπὶ Τεμγενούθεως ἀμφόδου οἰκίας ……λιου α…τοι…υν…ι…ει…ν…εστω τυχ… ἐνοίκησιν οἴκου ε…ρου τῆς δευτέρα στέγης ……τειν, ἐὰν δὲ ἐν ἐνιαυτῷ ἑνὶ ἀφ’ οὗ ἐὰν τελευτήσω …δραχμὰς πεντακοσίας, ἐὰν δὲ περιούσης μου ἢ μετὰ ἐνιαυτὸν ἕνα τῆς τελευτῆς μου ……η…υ…ι… αὐτῇ οὐδ’ ἄλλῳ ὑπὲρ αὐτῆς ……ν ὡς πρόκειται. εἰμὶ ἐτῶν μϛ, χωλαίνουσα τὸν …καὶ ἔστι μου ἡ σφραγὶς ……ψε…τος τοῦ Θοτέως ὁ ἐκ τοῦ πατρὸς αὐτῆς ἀνεψιὸς ἐπιγέγραμμαι αὐτῆς κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα καὶ εἰμὶ ἐτῶν νζ, οὐλὴ δακτύλῳ ……ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Ἁύγχιος διαθήκῃ καὶ εἰμὶ ἐτῶν ἑξήκοντα πέντε …καὶ ἔστι μου ἡ σφραγὶς …