Ancient Greek
ZPE 215 (2020), p. 181-183
Documentary Papyri, Zpe 215 181_2
Not analysed yet
…πικος Μάρκῳ Ἀντωνίῳ Σερήνῳ ἀφήλικι μετ’ ἐπιτρόπου τοῦ πατρὸς Μάρκου Ἀντωνίου Λόγγου χαίρειν. πέπρακά σοι τάς τε ὑπαρχούσας μοι περὶ Φιλαδέλφειαν …ἀρούρας δύο ἢ ὅσαι ἐὰν ὦσι, ἐν αἷς φοίνικες …καὶ τὸ ὑπάρχον μοι ἐν τῇ αὐτῇ κώμῃ πατρικὸν ἥμισυ μέρος κοινὸν καὶ ἀδιαίρετον οἰκίας καὶ αὐλῆς τιμῆς τοῦ παντὸς ἀργυρίου δραχμῶν τρισχιλίων πεντακοσίων …ν χρηματισμῶν …κεδη… …τῶν μὲν ἀρουρῶν ἀργυρίου δραχμαὶ δισχίλιαι, τοῦ δὲ ἡμίσους μέρους τῆς οἰκίας καὶ αὐλῆς ἀργυρίου δραχμαὶ πεντακόσιαι, ἃς καὶ ἀπέσχον διὰ χειρὸς πλήρεις …α δὲ τὸ χειρόγραφον ἀπεσχηκέναι τὰς λοιπὰς ἀργυρίου δραχμὰς χιλίας, ἐξακολουθούσης μοι τῆς βεβαιώσεως ἐπὶ ταῖς εἰς σὲ γεγονυίαις καταγραφαῖς. ἡ χεὶρ ἥδε κυρία ἔστω. ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ …